Fragments on Matthew · §135 · Cyril of Alexandria

Matthew 12:31–32

By “Spirit” he means the whole divinity of the Trinity. Still, forgiveness is given through the Spirit’s grace to those who repent. Wanting to show the greatness of the sin, Christ spoke this way — for with God there is no unforgivable sin among those who repent genuinely and as they ought.

By “Spirit” he means the whole divinity of the Trinity. Still, forgiveness is given through the Spirit’s grace to those who repent and are baptized. Wanting to show the greatness of the sin, Christ said this. For though God often either exacts accounts from sinners only here and not also there — according to “the Lord will not avenge twice for the same” (Nahum 1:9) — or forbears in the present age without also granting forgiveness from there, of such people he says the punishment is indelible and without pardon both here and there.

Greek

Πνεῦμα λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα· πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύ ματος χάριτος συγγνώμη. ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρτήματος, οὕτως εἶπεν, ἐπεὶ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ θεῷ ἐν τοῖς γνησίως καὶ κατ' ἀξίαν μετανοοῦσιν. Πνεῦμα λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα λέγει· πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύματος χάριτος βαπτιζο μένοις συγγνώμη. ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρ τήματος εἶπεν τοῦτο· εἰ γὰρ καὶ ἔθος τῷ θεῷ πολλάκις ἢ ὧδε μόνον ἀπαιτῆσαι εὐθύνας τοὺς ἁμαρτή σαντας οὐ μὴν κἀκεῖ κατὰ τὸ "οὐκ ἐκδικήσει κύριος δὶς ἐπὶ τὸ αὐτό", ἤτοι ἀνεξικακῆσαι μὲν ἐν τῷ νῦν αἰῶνι, οὐ μὴν κἀκεῖθεν δοῦναι συγ γνώμην, ἀλλ' ἐπὶ τῶν τοιούτων ἀνεξ άλειπτον καὶ ἀσύγγνωστον καὶ ὧδε κἀκεῖ λέγει τὴν κόλασιν.

Report a mistake in this passage