Matthew 15:4–6
Though God commands that parents be honored and has hung danger over those who transgress, you command the children not to honor their parents — unless perhaps the children should wish to do this from ambition — but if they ask you for something, to say to them: “Whatever you take from me, know that you are stripping this from God; for I promised to give it as a sacrifice.” (Matthew 15:4–6) God must indeed be preferred to parents; yet I say one must also require that honor toward parents be kept. For they ought not, by seeming to pretext gift-bringing to God, to wrong their own parents.
Greek
Τοῦ θεοῦ παραγγέλλοντος τιμᾶν τοὺς γονεῖς καὶ κίνδυνον ἀπαρ τήσαντος τοῖς παραβαίνουσιν ὑμεῖς παραγγέλλετε τοῖς παισὶ μὴ τιμᾶν τοὺς γονεῖς, εἰ μήπου ἄρα οἱ παῖδες ἐκ φιλοτιμίας τοῦτο θελήσουσιν ποιεῖν, ἀλλ' ἐὰν ὑμᾶς αἰτήσωσί τι, λέγειν πρὸς αὐτούς, ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, ἴσθι τοῦτο ἀποστερῶν τοῦ θεοῦ· εἰς θυσίαν γὰρ αὐτὸ ὑπεσχόμην δοῦναι. καὶ δεῖ μὲν τὸν θεὸν προτιμᾶσθαι τῶν γονέων, χρῆναι δὲ <λέγω> καὶ τὴν εἰς γονέας τιμὴν φυλάττεσθαι ἀπαιτεῖν· οὐ γὰρ διὰ τὸ δοκεῖν προφασίζεσθαι δωροφορεῖν θεῷ ὀφείλουσι πλημμελεῖν εἰς τοὺς ἑαυτῶν γονεῖς.