Matthew 15:28
Once the word is spoken, the deed does not delay. For God is the one speaking, the word is at work, and the power is everywhere.
Greek
Καὶ μάλα εἰκότως· ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων· διὰ γὰρ τοῦτο εἶπεν· οὐχ εὑρίσκει ἀνάπαυσιν, ἵνα δείξῃ, ὅτι πάντως καὶ ἐξ ἀνάγκης λήψεται τὸν τοιοῦτον ἡ τῶν δαιμόνων ἐπιβουλή· καὶ γὰρ ἀπὸ δύο τούτων τὸν τοιοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρό τερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι. μᾶλλον δὲ καὶ τρίτον πρόσεστιν ἡ τοῦ χείρονα πείσεσθαι ἀπειλή, ἀλλ' ὅμως οὐδενὶ τούτων ἐγένοντο βελτίους. ἦν μὲν αὐτοῖς ἔνοικον τὸ πονηρὸν πνεῦμα καὶ ὅτε ἐν Αἰγύπτῳ ἐθήτευον καὶ τοῖς Αἰγυπτίοις διαζῶντες ἔθεσί τε καὶ νόμοις μεστοὶ ἦσαν πάσης ἀκα θαρσίας. ἐπειδὴ διὰ Μωσέως λελύτρωνται καὶ νόμον ἐσχήκασι παιδα γωγὸν πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καλοῦντα φῶς, ἀπελήλατο τὸ βέβηλον καὶ ἀκάθαρτον πνεῦμα. ἐπειδὴ δὲ οὐ πεπιστεύκασιν εἰς Χριστόν, πάλιν αὐτοῖς ἐπεδήμησε τὸ δαιμόνιον· εὗρε γὰρ αὐτῶν τὴν καρδίαν γυμνὴν καὶ σχολάζουσαν ἀπὸ πάσης εὐσεβείας καὶ οἱονεὶ σεσαρω μένην καὶ κατῴκησεν ἐν αὐτοῖς· ὥσπερ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ὅταν ἴδῃ καρδίαν ἀνθρώπου σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐναυ λίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται ἐν αὐτῷ, οὕτω καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ.
About this text
Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.
English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.
Witnesses
- Copy-text Migne PG 72 Commentarii in Matthaeum (Aegean Digital Patrologia / khazarzar) (Greek · CPG 5206 catena fragments (290 parsed heads))
- Checked print matia.gr mirror of same Aegean extract (Greek · Byte-identical PDF; integrity check only)
- Checked print Internet Archive PG 72 volume OCR (bim … 1859_72) (Greek (OCR damaged) · Locus confirmation only; not used as reading text)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.