Matthew 17:6
The voice of God the Father is good and worthy of wonder; yet the disciples fall (Matthew 17:6), already held by unmixed fear, so that through this too we may learn how necessary the Savior’s mediation has appeared for those on earth — understood according to the manner of the incarnation. For if he had not become as we are, who of us could have borne God approaching from above and displaying his ineffable glory, scarcely bearable for any generated being? For the blessed Paul also said that he “dwells in unapproachable light.” (1 Timothy 6:16) And before this such a voice was borne at the Jordan, and a crowd was present.
Greek
Ἡ μὲν τοῦ θεοῦ καὶ πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος, ἀκράτῳ δὲ ἤδη κατεχόμενοι δείματι πίπτουσιν οἱ μαθηταί, ἵνα δὴ πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ σωτῆρος ἡμῶν ἀναπέφανται μεσιτεία νοουμένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον· εἰ μὴ γὰρ γέγονε καθ' ἡμᾶς, τίς ἂν ἡμῶν ἤνεγκεν ἄνω προσ βάλλοντα θεὸν καὶ τὴν ἄφατον αὐτοῦ δόξαν οὐδενὶ τάχα τῶν γεννητῶν φορητὴν ἐμφαίνοντα· "φῶς" γὰρ "οἰκεῖν" αὐτὸν "ἀπρόσιτον" καὶ ὁ μα κάριος ἔφησε Παῦλος· καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη καὶ ὄχλος παρῆν.