Matthew 23:36
If someone wants, because the Lord said “this generation,” (Matthew 23:36) not only those to whom the word was addressed to be indicated, but as it were the whole race of the murderers, he leaves what is right. For we find holy scripture naming like manners and, as it were, same counsels as a “generation.” Blessed David said, “A generation of the upright will be blessed,” (Psalm 112:2) and “This is the generation of those seeking the Lord.” (Psalm 24:6) So “this,” even if said demonstratively, we say does not indicate only those then present and hearing, but every murderer and the whole race falling under the same impiety; for like will be ranked with like as brother and same-kin.
Greek
Εἴ τις βούλοιτο διὰ τὸ φάναι τὸν κύριον ταύτην τὴν γενεὰν οὐχὶ μόνους ἐκείνους κατασημαίνεσθαι, πρὸς οὓς ἦν ὁ λόγος, ἀλλ' ὅλων ὥσπερ τῶν φονευτῶν τὸ γένος, τοῦ ὀρθῶς ἔχοντος ἐξοίχεται· εὑρίσκομεν γὰρ τὴν ἁγίαν γραφὴν τὰς ἰσοτροπίας οἱονεί πως καὶ ταυτοβουλίας ὀνο μάζουσαν ὡς γένος. καὶ γοῦν ὁ μακάριος ἔφη ∆αβὶδ "γενεὰ εὐθείων εὐλογηθήσεται" καὶ "αὕτη ἡ γενεὰ ζητούντων" τὸν κύριον. οὐκοῦν τὸ ταύτην, εἰ καὶ λέγοιτο δεικτικῶς, οὐχὶ μόνον τάχα που κατασημῆναι φαμὲν τοὺς τότε παρόντας καὶ ἀκροωμένους, ἀλλὰ πάντα τὸν φονευτὴν καὶ ὑπὸ τὸ αὐτὸ τῆς ἀσεβείας πίπτοντα γένος· συντέξεται γὰρ τῷ ὁμοίῳ τὸν ὅμοιον ὡς ἀδελφὸν καὶ ὁμογενές.