Cyril of Alexandria: Fragments on Matthew · §237

Matthew 24:1

Having said, “Your house is left to you,” he does the matching act: he goes out from the temple and walks on, and by this shows the departure of divine grace from the Jewish race as it transfers to others. He used strong language; yet it also came about in deed when the sanctuary was utterly ruined.

Greek

Εἰ τὰς "θεοπνεύστους" ᾔδεις "γραφάς", ὦ ἀσύνετε Φαρισαῖε, καὶ τὰς τῶν ἁγίων προφητῶν φωνάς, ἐμνήσθης ἂν λέγοντος τοῦ μακαρίου ∆αβὶδ πρὸς τὸν τῶν ὅλων σωτῆρα Χριστόν· "ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ". φράζε δὴ οὖν, τίς ἐκ τῶν γραμματέων ἢ Φαρισαίων λελειτούργηκε τῷ θεῷ "κατὰ τὴν τάξιν Μελχισεδέκ"; ἢ πάντως οὐδείς. ἀλλὰ καὶ ὁ προ πάτωρ Ἀβραάμ, ἡ ῥίζα τῆς γενέσεως τῶν ἐξ Ἰσραήλ, ὑπὸ τῆς Μελχισεδὲκ ἱερωσύνης ηὐλόγηται· τύπος δὲ ἦν ὁ Μελχισεδὲκ καὶ ἡ κατ' αὐτὸν ἱερωσύνη τοῦ πάντων σωτῆρος Χριστοῦ, ὃς γέγονεν ἡμῶν ἀρχ ιερεὺς προσάγων τῷ θεῷ καὶ πατρὶ πάντας τοὺς πεπιστευκότας εἰς αὐτὸν διὰ τῆς ὑπὲρ νόμον λατρείας τελειῶν εἰς ἁγιασμόν. τί οὖν ἀσχάλλεις, ὦ Φαρισαῖε; ἐγκαλεῖς, εἰπέ μοι, τῷ νομοθέτῃ τοῦ νόμου τὴν λύσιν, καὶ ὅτι μὴ ταῖς ἰδίαις ἠκολούθησεν ἐντολαῖς; ἀλλὰ νόμου πάντως ἐπέκεινα θεός· ὁ γὰρ τοὺς νόμους οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν ὁρισάμενος μεθ ίστησι κατὰ καιρὸν ἐφ' ὅπερ ἂν ἕλοιτο τὰ διατεταγμένα καὶ ἀναφέρει εἰς βελτίονα. ἦν οὖν καιρὸς τοῦ παύσασθαι τὰ ἐν τύποις, ἀναδειχθῆναι δὲ τὰ κρείττονα· διὸ ἔφη που διὰ φωνῆς Ἠσαίου· "ἀφανισθήσεται νόμιμα λαοῦ"· ἤργησε γὰρ τῆς νέας ἐντολῆς ἀναδεδειγμένης, ἣν δι' ἑαυτοῦ λελάληκεν ἡμῖν ὁ υἱός.

About this text

Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.

English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.

Witnesses

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.