Cyril of Alexandria: Fragments on Matthew · §277

Matthew 27:33

About the Place of the Skull it has come down to us that the Hebrews hand on that Adam’s body was buried there; and since “in Adam all die,” Adam also rose, and “in Christ all will be made alive.”

Greek

Ὅτι δὲ ὁ λόγος κατὰ τῶν ἡγουμένων τῶν ἐν τρυφαῖς σχολαζόντων· κακὸν γὰρ καὶ πονηρὸν δοῦλον ὠνόμασε τὸν ἀμελῆ διδάσκαλον, ὃς διὰ τὸ ἀπεῖναι τὸν κριτὴν καὶ μὴ ὁρᾶσθαι διὰ τὸ ἀνεξίκακον τύπτει πικρῶς τοὺς ὑπὸ χεῖρα καὶ συναναμίγνυται τοῖς φιλοσάρκοις· οἱ γὰρ ἁμαρτάνοντες ὡς μὴ παρόντος τοῦ κριτοῦ ἁμαρτάνουσιν καὶ ὡς μὴ λογιζόμενοι κρίσιν. διὰ δὲ τοῦ τύπτεσθαί τινας ἐξ αὐτῶν δείκνυσι τοὺς κατὰ ψυχὴν βλαπτομένους ἐκ τῆς τῶν ἡγουμένων τρυφῆς, καθώς φησιν· ὁ ἀπόστολος· "οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν". ἐπαπειλεῖ οὖν τοῖς τρυφῶσι τὰ ἔσχατα ὑποστῆναι· ἀποσχίζει γὰρ αὐτὸν καὶ διαιρεῖ ἀπ' αὐτοῦ μετ' ἀλγηδόνων τῷ ζῶντι ἑαυτοῦ λόγῳ τοῦ ἑνωθέντος αὐτῷ ἐν τῷ αἰῶνι πνεύματος ἤγουν τοῦ θείου χαρίσματος· οἱ ὑποκρινόμενοι γὰρ τὰ ὀρθὰ φρονεῖν μὴ φρονοῦντες δὲ ὡς δεῖ, ἀλλὰ τὴν ἀρετὴν μὲν ἔξωθεν σχήματι μόνῳ περικείμενοι διχῇ τμηθήσονται κατὰ τὴν φοβερὰν ἡμέραν τῆς κρί σεως, ἥ ἐστιν ἀπὸ τοῦ πνεύματος εἰς τὸ διηνεκὲς ἀλλοτρίωσις· νῦν μὲν γὰρ εἰ καὶ μὴ ἀνακέκραται τοῖς ἀναξίοις, ἀλλ' οὖν παρεῖναί πως δοκεῖ τοῖς ἅπαξ ἐσφραγισμένοις τὴν ἐκ τῆς ἐπιστροφῆς αὐτῶν σωτηρίαν ἀναμένων. τότε δὲ ἐξ ὅλης τῆς βεβηλωσάσης αὐτοῦ τὴν χάριν ψυχῆς ἀποτμηθήσεται καὶ μετὰ τῶν ὑποκριτῶν τὸ μέρος αὐτοῦ τεθήσεται. ὑποκριτὰς δέ φησι τοὺς τὰ ὀρθὰ μὲν διδάσκειν πειρωμένους, δι' ὧν δὲ ποιοῦσιν καταβλάπτοντας πλείω τοὺς μαθητευομένους. ἐπὶ τοίνυν, φησίν, τῶν οὐ κατὰ τὸ δέον χρησομένων ἐν τῷ παρόντι βίῳ τῇ ἐγχειρισθείσῃ αὐτοῖς λειτουργίᾳ παρὰ κυρίου οὐ μόνον οὐ προσθήσει ἑτέραν, ἀλλὰ καὶ τὴν ἤδη μετουσίαν αὐτοῖς ἐγγενομένην τοῦ πνεύματος, οὗ ἔτυχον πρὸς ἐκ κλησιαστικὴν λειτουργίαν προχειρισθέντες, ἀφελόμενος, οὕτως αὐτοὺς παραδώσει τῇ κολάσει· οὐ γὰρ οἷόν τε σὺν τῷ πνεύματι παραδοθῆναί τινα εἰς κόλασιν· οὐ γὰρ σωματικὴν ὑποφαίνει τομήν, ἀλλὰ τὴν τῆς υἱοθεσίας τοῦ πνεύματος γύμνωσιν. κολάζονται τοίνυν ἀνθ' ὧν ἐγέλων, βρύξουσι δὲ "τοὺς ὀδόντας" λογιζόμενοι τὸ τέλος τοῦ πόνου καὶ τὴν ὑπερβολὴν τῆς

About this text

Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.

English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.

Witnesses

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.