Cyril of Alexandria: Fragments on Matthew · §84

Matthew 8:25–26

See little faith together with faith. They believe he can save, yet as little-faith people they say, “Save — we are perishing.” It was never possible to perish while the One who can do all things was with them.

Greek

Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, τοῦτ' ἔστιν σαυτὸν ἐπίδειξον καθαρὸν τῶν μεγάλων ἁμαρτημάτων καὶ τότε σύμβουλος ἔσῃ τῷ πταίοντι μικρόν. εἰ δ' οὐκ ἐκβάλλεις τὴν δοκόν, κατακρίνεις δὲ τὸν ἔχοντα τὸ κάρφος, εὐλόγως ἀκούσῃ τὸ ἀποστολικόν· "ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις", ὁ λέγων "μὴ κλέπτειν, κλέπτεις". οὐκοῦν ἑαυτῷ μὲν ἔσται διδάσκαλος ὁ σοφός, ἕτερον δὲ οὐ κατακρινεῖ. τοῦτο γὰρ καὶ ὁ νόμος διὰ Μωσέως παραγγέλλει λέγων· "πρόσεχε σε αυτῷ". "σεαυτῷ" φησιν, οὐχ ἑτέρῳ. τὸ δὲ "πρόσεχε" ἀντὶ τοῦ παρα βλέπου τὰ κατὰ σαυτόν. ὁ μὲν δὴ συνετὸς οὕτως ἑαυτὸν παιδαγωγήσει οὐκ εἰς τὰ ἑτέρων ἀποβλέπων πταίσματα, ἀλλὰ τὰ οἰκεῖα περιεργαζό μενος καὶ ὑπὲρ αὐτῶν μεταγινώσκων. εἰσὶ δέ τινες οἵτινες τὰ μὲν ἑαυτῶν οὐχ ὁρῶσιν ὀλισθήματα, ἐπὶ δὲ τοῖς ἑτέρων προσκόμμασι γελῶσι πλατύ, οἳ χαμαὶ κείμενοι τοὺς ἑστῶτας ἐπιχλευάζουσιν, οἳ ἀπὸ ποδῶν ἕως κε φαλῆς βορβόρῳ κατεχρισμένοι τοὺς ὀλίγον ἔχοντας ῥύπον 8 καταδικάζου σιν· λέγουσι γὰρ ἔσθ' ὅτε περί τινος· ὁ δεῖνα σκληρός, ἀπάνθρωπος, αἰσχροκερδής, φιλάργυρος, ὠμός, ἀνόητος, εἶτα ταῦτα περιτιθέντες ἑτέ ροις οὐκ αἰσθάνονται τὸν ἑαυτῶν ζωγραφοῦντες τρόπον. ὅσην δὲ ζημίαν ἔχει τὸ κατακρίνειν ἑτέρους, διὰ τοῦ ἐξουθενοῦντος τὸν τελώνην Φαρι σαίου μεμαθήκαμεν. ταῦτ' οὖν ἅπαντα ἀνελὼν διὰ τῆς καλῆς ταύτης νομοθε σίας, ἐπήγαγε πάλιν ἕτερον παράγγελμα λέγων.

About this text

Catena fragments on Matthew (CPG 5206). Contents follow Matthew chapter and verse. Edition fragment numbers stay in About this text and under each passage.

English follows the named copy-text (Aegean/khazarzar Migne PG 72 extract). Other prints were checked as noted; no silent merge of recensions.

Witnesses

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.