Matthew 9:14–17
The Pharisees, resembling a torn garment or an old wineskin, cannot receive the youthful teaching that annuls the bodily things of the law. He says the tear is worse because those who hear the gospel and do not accept it are punished more than those who never heard.
And since John’s disciples asked the Lord two things — why we and the Pharisees fast, but your disciples do not — to them he spoke the parable of the bridegroom, and to the Pharisees the one about the wineskins (Matthew 9:14–17).
Greek
Οἱ Φαρισαῖοι ἐοικότες δὲ ἱματίῳ κατερρωγότι ἢ ἀσκῷ παλαιῷ οὐ δύνανται τὴν νεάζουσαν δέξασθαι διδασκαλίαν εἰς ἀθέτησιν τῶν σω ματικῶν τοῦ νόμου. χεῖρον δέ φησιν τὸ σχίσμα, διότι οἱ ἀκούοντες τοῦ εὐαγγελίου καὶ μὴ καταδεχόμενοι πλείω τῶν μὴ ἀκουσάντων τιμωροῦν ται. ἐπειδὴ δὲ οἱ μαθηταὶ Ἰωάννου δύο ἠρώτησαν τὸν κύριον· διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν, πρὸς μὲν αὐτοὺς τοῦ νυμφίου τὴν παραβολὴν εἶπε, πρὸς δὲ τοὺς Φαρισαίους τὴν περὶ τῶν ἀσκῶν.