Exposition on the Psalms · §ps017-rem-close

Psalm ΙΖʹ rem close

Rem CLOSEOUT: Psalm ΙΖʹ CLOSEOUT.

Greek

πόδας κατηρτισμένους ἔχοντα, οὐ μόνον ἀνάγει ἐπὶ τὰ ὑψηλὰ ὁ Θεὸς, ἀλλὰ καὶ ἱστᾷ ἄνω, τουτέστιν ἵστασθαι παρασκευάζει ἐν τῇ ἀρετῇ, καὶ μὴ καταπίπτειν. Ἐπλάτυνας τὰ διαβήματά μου. (C f. 369.) ∆ιαβήματα λέγει καθ' ἃ ἐκ κακίας εἰς ἀρετὴν, καὶ ἐξ αἰσθητῶν ἐπὶ νοητὰ, καὶ ἀπὸ τοῦ παρόντος αἰῶνος εἰς τὸν μέλλοντα διαβαίνει. Κατ' ἀρχὰς μὲν οὖν τὰ στενὰ καὶ ἐπίπονα τῷ τὴν τεθλιμ μένην ὁδεύοντι, καὶ τῶν ἐχθρῶν βουλομένῳ διαβαί νειν τὰ σκάνδαλα· τῇ δὲ προκοπῇ, πλατυνόμενα. Λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέ μοι. (D f. 67.) Οὐκ ἀγνοίας ἐστὶ σημαντικόν· ταῦτα γὰρ οἶδεν ὡς Θεός· ἀλλ' ὅτι οἱ κατὰ καιροὺς τὴν οἰκειότητα τὴν εἰς ἐμὲ μὴ λαχόντες. (L f. 67.) Λέγοιτο δὲ ταῦτα καὶ ἐκ προσώπου Χριστοῦ καὶ ∆αβὶδ, οὗπερ ἐκ σπέρματος αὐτοῦ γε νομένου τὸ πρόσωπον ἀνείληφεν ὁ Χριστός. Εἰ δὲ μὴ τῶν ἐθνῶν ἐβασίλευσεν ὁ ∆αβὶδ, ἐπὶ τὸν ἐξ αὐτοῦ Χριστὸν τὸν λόγον ἀνύσωμεν, τὸν ἀεὶ μὲν ὡς Θεὸν ἀπάντων δεσπόζοντα, μετὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξάμενον. ∆ιττὸν δὲ τὸ γινώσκει[ν] τὰς καρ δίας ἡμῶν, ἢ τὸ ἐπίστασθαι ἢ τὸ ἡνῶσθαι γνωστῷ τὸ γινῶσκον. Κατὰ πρότερον σημαινόμενον, καὶ τοὺς φαύλους γινώσκει Θεὸς, πρὸς οὓς εἶπεν ὁ Σωτήρ· "Ὑμεῖς ἐστε ὡς δικαιοῦντες αὐτοὺς ἔμπροσθεν τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν." Καὶ ἐν τῷ προφήτῃ· "∆ιότι ἔγνω πάσας τὰς ἁμαρ τίας ὑμῶν." Κατὰ δὲ τὸ βʹ, μόνους λέγεται τοὺς δικαίους εἰδέναι· ἔγνω γὰρ Κύριος τοὺς ὄντας αὐ τοῦ. Πρὸς γὰρ φαύλους ἔλεγεν ὁ Σωτήρ· "Ἀποχω ρεῖτε ἀπ' ἐμοῦ, ἐργάται ἀνομίας, οὐδέποτε ἔγνων ὑμᾶς." Καὶ ὁ ἀπὸ τῶν ἐθνῶν τοίνυν λαὸς εἰδωλολα τρῶν πάλαι καὶ ἁμαρτάνων, καὶ τούτου χάριν ὑπὸ τοῦ Σωτῆρος μὴ γινωσκόμενος, μεταβαίνων διὰ με 69.828 τανοίας, εἴρηται δουλεύειν αὐτῷ. ∆ιόπερ οὐκ εἶπεν· Ὃν οὐ γινώσκω (ὁ γὰρ ἔτι τὰ τῆς κακίας ἐνερ γῶν, οὐ γινώσκεται), ἀλλ' ὃν οὐκ ἔγνω πάλαι, νῦν δὲ δῆλόν ἐστι γινώσκειν. Ὁποῖον τὸ ἀποστολικόν· "Ἀλλὰ τότε μὲν οὐδ' εἰδότες Θεὸν ἐδουλεύσατε, τοῖς φύσει μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ' αὐτοῦ." Ἀγνοοῦντες γὰρ, ἠγνοοῦντο· γνόντες δὲ, ἐγνώσθησαν. Υἱοὶ ἀλλότριοι. (D f. 67, L f. 67.) Ὁ κληθεὶς υἱὸς πρωτότοκος Ἰσραὴλ, ἀλλότριος ἐκλήθη διὰ τὴν ἀπιστίαν υἱός. Ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτοῦ. (L f. 67.) Ἀντὶ δὲ τοῦ, Ἐπαλαιώθησαν καὶ ἐχώ- λαναν, Ἀτιμασθήσονται καὶ ἐντραπήσονται Σύμμα χος εἴρηκεν. Ζῇ Κύριος. (C f. 37.) Τὸ, "Ζῇ Κύριος," ἀντὶ τοῦ, Μὰ τὸν ζῶν τα Κύριον, ἔχει ἡ Γραφή· καθὼς καὶ ὁ ἸώB fησι· "Ζῇ Κύριος ὃς οὕτω με κέκρικεν, καὶ ὁ πικράνας μου τὴν ψυχήν· ᾗ μὲν ἔτι τῆς πνοῆς μου ἐνού σης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν.

About this text

Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.

English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.

Witnesses

  • Copy-text PG 69 — Expositio in Psalmos (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.