Psalm ΙΖʹ rem mid
Rem mid: Psalm ΙΖʹ; lemma continues; spiritual reading with the letter.
Greek
δὲ καθαρότητα χειρῶν ἐρεῖς τὰ λαμπρὰ καὶ ἀμολύντως ἐνεργούμενα τῆς πίστεως ἔργα, ὧν χωρὶς ἡ πίστις νεκρά ἐστιν. Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ. (C f. 35 b.) Ὁ τοῦ Θεοῦ Λόγος μόνος Θεὸς ἀληθής· διὸ καὶ Μονογενὴς διὰ τὸ μόνος εἶναι ὥσπερ Θεός· πάντες γὰρ οἱ ἄλλοι παρουσίᾳ τοῦ Θεοῦ Λόγου θεοὶ κατασκευάζονται. Ἐκείνους γὰρ θεοὺς εἶπεν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου. (A f. 105 b.) Ἁρμόζει δὲ ταῦτα καὶ τοῖς ἱερουρ γοῖς τοῦ Εὐαγγελίου, οἷς ἔλεγεν ὁ Σωτήρ· "Καθ ίσατε ἐν Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους·" ἣν περιζωσάμενοι καὶ, τῷ ἁγίῳ καθοπλι σθέντες Πνεύματι (τοῦτο γὰρ ἡ ἐπηγγελμένη δύνα μις), ἀκαταγώνιστοι ἐγίνοντο καὶ δαίμοσι καὶ διώ κταις καὶ πάθεσι, καὶ τὴν ὁδὸν τῆς ζωῆς ἀνεπιλή πτως διῆλθον. Καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. (A f. 105 b.) Φασὶ τὰς ἐλάφους εὐδρομωτάτας εἶναι, καὶ μὴν καὶ ὀφιοκτόνους, καὶ διωκομένας ὑπὸ τῶν 69.825 θηρευτῶν, ὑψοῦ φέρεσθαι. Ἐδίωξαν οὖν καὶ τὸν ∆αβὶδ ἄλλοι τε καὶ ὁ Σαούλ· ἀλλ' οὐ κατέλαβεν αὐ τὸν, τοῦ Θεοῦ τάχος αὐτῷ 35 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐμπαρέχοντος, καὶ κατα πατεῖν ὡς ἰοβόλα θηρία τοὺς πολεμίους ποιοῦντος. Ἐπεὶ δὲ ἴδιόν ἐστι τῆς τῶν νεβρῶν φύσεως τὸ ἀνα λωτικὸν τῶν θηρίων, καὶ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι τὸ τῶν ὄφεων γένος, εἰκότως νεβρὸς ὁ Κύριος λέγεται, ὡς πατῶν καὶ ἀναλίσκων τὴν ἐναντίαν ἐνέργειαν, καὶ τοὺς μαθη τὰς εἰς τὴν τῶν ἐλάφων καταρτιζόμενος φύσιν, ἐν οἶς λέγει· "∆έδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων." ∆ιώκει μὲν οὖν ὁ Σατανᾶς οἷά τις ὄφις· ἀλλ' οὗτοι λαβόντες ἐξουσίαν παρὰ τοῦ Σωτῆρος πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, τῶν νοητῶν δηλαδὴ, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐχ ἁλίσκονται· ἀλλὰ τὸ χαμαιριφὲς ἀφέν τες φρόνημα, ἀναφοιτῶσιν ὥσπερ εἰς ὄρος τὴν ἀξιό κτητον ἀρετήν. Πλὴν οὐκ ἀρκεῖ τὸ ἀναφοιτῆσαι μόνον, ἀλλὰ χρὴ προσεῖναι καὶ τὸ ἐμμένειν τοῖς ἄνω καὶ ἐμφιλοχωρεῖν τοῖς τῶν ἀρετῶν ὑψώμασι. ∆ιὸ καὶ τὸν δίκαιον, τὸν τοὺς
About this text
Cyril of Alexandria, Exposition on the Psalms (Greek catena fragments). SERIES on this page: Prologue + extract units through Psalm ΡΙΘʹ CLOSEOUT.
English follows PG 69 Greek (CPG 5202). Pusey / modern English syncs were not used as wording. Psalms SERIES CLOSEOUT prologue + extract units.
Witnesses
- Copy-text PG 69 — Expositio in Psalmos (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.