Commentary on the Twelve Prophets · §hosea-prol-open

Twelve Prophets Hosea prologue opening

Hosea prologue.

Preface: why add another exposition of the holy prophets after others.

Greek

ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗ ΟΙΗΘΕΙΗ μὲν ἄν τις περιττὸν εἶναί πως καὶ εἰκαιόβουλον. καὶ οὔτι που σφόδρα τῶν ἀναγκαίων εἰς ὄνησιν, καὶ πολλοῖς ἤδη προειρημένα μονονουχὶ καὶ ἀνασκαλεύειν ἐπιχειρεῖν, καὶ τοῖς τῶν προλαβόντων πόνοις ἐπεισφέρειν ἑτέρους· καίτοι καὶ λίαν ἀποχρώντως ἐχόντων ἐκείνων εἴς γε τὸ δύνασθαι διατρανοῦν εὖ μάλα τὰς τῶν ἁγίων προ- φητῶν συγγραφάς· ἐγὼ δὲ τὸ χρῆμα φαίην ἂν οὐχ ὧδε ἔχειν· πολλοῦ τε καὶ δεῖ. μεμνήσομαι γὰρ ἐπιφωνοῦντος τοῦ Παύλου τοῖς παρ' αὐτοῦ μυσταγωγουμένοις "Τὰ αὐτὰ "λέγειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές." Ἄθρει δὲ ὅπως ἐστὶν ἀληθὴς ὁ λόγος. εἰ γάρ τι προκέοιτο τῶν ἀναγκαίων εἰς εἴδησιν, εἶτα πολλοὶ καὶ παρὰ πολλῶν ἐπ' αὐτῷ δὴ τούτῳ γένοιντο λόγοι, βλάβος μὲν ἔσται τὸ σύμπαν οὐδέν· ὀνήσειε δ' ἂν ὅτι μάλιστά γε τοῖς ἀκρο- ωμένοις. εἰ μὲν γὰρ ἀλλήλοις συμβαίνοντας ποιοῖντο τοὺς λόγους οἱ διερμηνεύειν εἰωθότες, ἀσφαλεστέρα που πάντως τοῖς φιλακροάμοσιν εἰσκρίνεται γνῶσις· εἰ δὲ δή τι φαί- 1.2 νοιτο τὸ ἐφ' ἑκάστῳ καινοπρεπὲς καὶ τὸ τῷ δεῖνι τυχὸν οὐ σφόδρα διεγνωσμένον ὀρθῶς καὶ ἀνεπιλήπτως, εἰ ἐπὶ νοῦν ἥκοι τὸν ἑτέρου, τί τὸ λυποῦν; μᾶλλον δὲ, πῶς οὐκ ἄμεινον ἀμφιλαφῆ καὶ εὐκρινεστέραν τὴν τῶν νοημάτων γίνεσθαι παράθεσιν; οὐκοῦν, κἂν εἰ πολλοὶ γεγράφασι πρὸ ἡμῶν, τὰ ἐν τοῖς ἁγίοις προφήταις διερμηνεύοντες, οὐχὶ ταύτης ἕνεκεν τῆς αἰτίας σιωπήσομεν· διωσόμεθα δὲ μᾶλλον ὡς ἀδρανῆ τὸν ὄκνον, καὶ ἥνπερ ἂν καὶ ἡμῖν αὐτοῖς ἐπιδοίη χάριν ὁ ἀποκαλύπτων βαθέα καὶ ἀπόκρυφα, ταύτην καὶ ἑτέροις φανερὰν καταστήσομεν, μεμνημένοι λέγοντος τοῦ Χριστοῦ, "∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε." Ἀρχόμενος τοίνυν τῆς εἰς τὸν μακάριον προφήτην Ὠσηὲ σαφοῦς ἑρμηνείας, ἐκεῖνα προεκθήσομαι καὶ περὶ τῆς τῶν ἄλλων προφητῶν συγγραφῆς. ἔθος γὰρ ἅπασιν, οὓς ἂν ἕκαστοι ποιοῖντο λόγους μεταπλάττειν εὐκόλως ἐπὶ τὸ δοκοῦν τῷ Ἁγίῳ Πνεύματι, ὥς ποτε μὲν ἐκ τῆς ἱστορίας, ἤτοι τῶν αἰσθητῶν καὶ οἱονεί πως ἐν ὄψει κειμένων καὶ γεγονότων πραγμάτων, ἀναφοιτᾶν εὐκόλως εἰς τὰ ἐσώτατα καὶ πνευματικά· ὅτε δὲ αὖ καθικνεῖσθαι πάλιν, καὶ πολὺ δ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.