Commentary on the Twelve Prophets · §hosea-prol-rem-early

Hosea prologue rem early

Rem early: Preface: why add another exposition of the holy prophets after others.

Greek

ὴ λίαν ἀσυμφανῶς, ἐπὶ τὰ ἐν αἰσθήσει πράγματα· πλείστη δὲ ὅση παρ' αὐτοῖς καὶ ἡ τῶν προσώπων ἐπεισφορὰ, σχετ- λιασμοί τε καὶ ἀναφωνήσεις, καὶ τῶν ἤδη παρῳχηκότων ἡ μνήμη, καὶ τῶν ἐσομένων προάγγελσις. δεῖ δὴ οὖν ἕκαστα σαφῶς φιλοκρινοῦντας ὡς ἔνι, τὴν τῶν νοημάτων τάξιν καὶ τὴν τῶν προσώπων διαφορὰν ἀναγκαίως ἐπιτηρεῖν· σαφὴς γὰρ οὕτως ἡμῖν καὶ ἀσύγχυτος, καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένος ἔσται που πάντως ὁ λόγος. χρῆναι δὲ ὑπο- λαμβάνω, προαφηγήσασθαί τινα τῶν συμβεβηκότων τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἵνα μὴ ταράττοιτο τῶν ἐντευξομένων ὁ νοῦς, ποτὲ μὲν ἀκούων Ἐφραὶμ καὶ Ἰσραὴλ καὶ μέν τοι καὶ Σαμάρειαν, Ἰούδαν τε αὖ καὶ Βενιαμῖν· πλείστη γὰρ ὅση 1.3 τῶν τοιούτων ὀνομάτων παρὰ τοῖς ἁγίοις προφήταις ἡ μνήμη. Ἵνα τοίνυν εἰδεῖεν ἕκαστα σαφῶς, ἀκουόντων ὅτι τὴν τοῦ πατρὸς βασιλείαν περιέπων κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Σολομῶν, ἀνεδείματο μὲν τῷ Θεῷ τὸν δια- βόητον ἐκεῖνον καὶ ἀξιάγαστον νεών· ἀλλὰ καίτοι λίαν γεγονὼς διαπρεπὴς διά τε πλούτου λαμπρότητα καὶ περιου- σίαν χρημάτων, εἰς γῆρας ἐληλακὼς, διά τοι τὴν εἰς γυναῖ- κας αἰδῶ προσκέκρουκε τῷ Θεῶ. καὶ ποῖος αὐτῷ γέγονε πλημμελείας ὁ τρόπος, τὸ ἱερὸν ἡμῖν ἀφηγήσεται γράμμα· ἔχει γὰρ οὕτως "Καὶ ὁ βασιλεὺς ἔλαβε γυναῖκας ἀλλοτρίας, "καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύ- "ρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν "ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς 1 Ἰσραὴλ Οὐκ εἰσελεύσεσθε "εἰς αὐτοὺς καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, ἵνα μὴ "ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω τῶν εἰδώλων αὐτῶν· "εἰς αὐτὰς ἐκολλήθη Σολομῶν τοῦ ἀγαπῆσαι· καὶ ἦσαν "αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι καὶ παλλακαὶ τρια- "κόσιαι· καὶ ἐγενήθη ἐν τῷ καιρῷ γήρως Σολομῶν καὶ "ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ "ὀπίσω θεῶν ἑτέρων· καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία "μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία ∆αυεὶδ τοῦ "πατρὸς αὐτοῦ. καὶ ἐπορεύθη Σολομῶν ὀπίσω τῆς Ἀστάρ- "της βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ Βάαλ εἰδώλου "υἱῶν Ἀμών. καὶ ἐποίησε Σολομῶν τὸ πονηρὸν ἐνώπιον "Κυρίου, καὶ οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς ∆αυεὶδ ὁ "πατὴρ αὐτοῦ. τότε ᾠκοδόμησε Σολομῶν ὑψηλὸν τῷ "Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ Βάαλ εἰδώλῳ υἱῶν Ἀμὼν, "καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. καὶ οὕτως "ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ "ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ὀργίσθη "θυμῷ Κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ 1.4 "ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς, καὶ "ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν "μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων· καὶ φυλάξαι καὶ "ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.