Commentary on the Twelve Prophets · §hosea-prol-rem-mid

Hosea prologue rem mid

Rem mid: historia and spiritual theoria held together.

Greek

κτό- πων πλημμελημάτων τὸ δυσαχθέστερον; ἢ πῶς οὐ πέρα λόγου παντὸς, ἀλογῆσαι μὲν τιμῆς καὶ ἀγάπης τῆς εἰς τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, τὸ δὲ αὐτῷ καὶ μόνῳ προσὸν ἀξίωμα καὶ τῶν δαιμονίων ἀπονέμειν ἀγέλαις, μᾶλλον δὲ λίθοις ἀνάπτειν καὶ ξύλοις; ἐπειδὴ δὲ ἥλω πεφρονηκώς τε καὶ δράσας ἃ μηδὲ θέμις εἰπεῖν, καὶ τοῖς οὕτως αἰσχροῖς πλημμελήμασιν ἔνοχος γεγονὼς κατεφω- ρᾶτο, λοιπὸν ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός "Ἀνθ' ὧν "ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς "μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαῤῥήσ- "σων διαῤῥήξω τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσω "αὐτὴν τῷ δούλῳ σου. πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω "αὐτὰ, διὰ ∆αυεὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου "λήψομαι αὐτήν. πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· "σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου, διὰ ∆αυεὶδ τὸν δοῦλόν "μου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην." Ἐπειδὴ γὰρ, ὡς ἔφην, τῆς εἰς γυναῖκας ἐπιθυμίας ἡττώμενος, καίτοι σοφὸς ὢν ἄγαν ὁ Σολομῶν, μονονουχὶ καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν τὴν τοῦ Θεοῦ βασι- λείαν διέῤῥηξεν, εἰδώλοις ἀνάπτων τὴν αὐτῷ καὶ μόνῳ πρε- πωδεστάτην τιμήν τε καὶ δόξαν, ταύτῃ τοι, καὶ μάλα εἰκότως, διαῤῥηγνύναι Θεὸς ἐπηπείλει τὴν βασιλείαν αὐτοῦ, τοῖς ἴσοις ἀντιλυπῶν, κατὰ τὸ ἐν τῷ προφήτῃ γεγραμμένον Ἰεζεκιήλ 1.5 "Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου "ἀνταποδοθήσεται εἰς κεφαλήν σου." Ἐπειδὴ δὲ ἀπεβίω Σολομῶν, κέκληται πρὸς βασιλείαν ὁ ἐξ αὐτοῦ, τουτέστιν, ὁ Ῥοβοάμ. τότε δὴ τότε κατασχίζεται λοιπὸν ὁ Ἰσραὴλ, καὶ ἀποφοιτῶσι μὲν τῶν Ἱεροσολύμων αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραΐμ. κατελογίζοντο γὰρ εἰς μίαν φυλὴν οἱ ἐξ Ἰωσὴφ γεγονότες υἱοὶ Ἐφραΐμ τε καὶ Μανασσῆς, τοῦτο τοῦ προπάτορος Ἰακὼβ κρατεῖν ἐθελή-σαντος. εἴρηται γὰρ πρὸς τὸν Ἰωσήφ "Νῦν οὖν οἱ δύο υἱοί "σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ ἐλθεῖν με πρὸς "σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆ, ὡς καὶ "̔Ρουβὴμ καὶ Συμεὼν, ἔσονταί μοι." Οὐκοῦν αἱ μὲν δέκα φυλαὶ, καὶ τὸ ἥμισυ τῆς μιᾶς τουτέστιν ὁ Ἐφραῒμ, ἀπῴχοντο μὲν εἰς τὴν Σαμάρειαν, ἔξω δὲ τῆς Ῥοβοὰμ γεγό- νασι βασιλείας· ἀπομεμενήκασι δὲ ἐν τοῖς Ἱεροσολύμοις οἱ ἐκ φυλῆς Ἰούδα καὶ Βενιαμίν. ἐπειδὴ δὲ ἀβασίλευτοί τε καὶ ἀστρατήγητοι μένοντες οἱ ἐν Σαμαρείᾳ τὰς ἐκ τοῦ Ῥο- βοὰμ ἐφόδους ὑπώπτευον, καὶ ἑαυτοὺς δὴ μάλα τοῖς φιλτάτοις συνδιόλλυσθαι προσεδόκων, μεταπέμπονται τὸν Ἱεροβοάμ· οἰκέτης δὲ οὗτος ἦν Σολομῶνος ἀποδρὰς εἰς Αἴγυπτον πρὸς Σουσακεὶμ βασιλέα· καὶ δὴ καὶ ἐλθόντα κεχειροτονήκασιν εὐθὺς εἰς ἡγούμενον, καὶ σκήπτρῳ τῆς βασιλείας τετιμήκασι τὸν 2 ἀλιτήριον. καὶ ἦν Ἱεροβοὰμ ἐξ ὄρους καὶ φυλῆ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.