Commentary on the Twelve Prophets · §hosea-t3-rem-close

Hosea Tomos 3 rem close CLOSEOUT

Rem CLOSEOUT: Hosea Tomos 3 CLOSEOUT.

Greek

υσιν ὀρθῶς, εἰς εἰκόνα καὶ ὑποτύπωσιν ἀρετῆς, καὶ σκανδάλου γεγόναμεν ἀφορμή. τί οὖν ὁ Χριστὸς; " Ος ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόν- "των εἰς ἐμὲ, φησὶ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος "ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ "πελάγει τῆς θαλάσσης." 9Ἀκούσατε ταῦτα οἱ ἱερεῖς, καὶ προσέχετε οἶκος Ἰσραὴλ, καὶ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστὶ τὸ κρῖμα, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν.9 Προκατῃτιάσατο τὸν Ἰούδαν, ὡς πνεύματος συστροφὴν γεγονότα τῷ Ἰσραὴλ, κατάγε τὸν ἀρτίως ἡμῖν προειρημένον τρόπον· μεθίστησι δὲ λοιπὸν τὸν τῆς ἐπιπλήξεως λόγον 1.118 ἐπὶ τοὺς τῆς ἀπάτης καὶ τῆς πλάνης εὑρετὰς, καὶ τὴν τῆς ἀποπληξίας αὐτοῖς προξενήσαντας νόσον. οὗτοι δὲ ἦσαν οἱ ἱερεῖς οἱ ψευδώνυμοι, καὶ οὐκ ἐξ αἵματος τοῦ Λευὶ, ἀλλ' ὠνητὴν ἔχοντες τὴν ἱερωσύνην, καὶ χρήμασιν ἐκπριάμενοι τὸ δεῖν εἰδώλοις ἱερουργεῖν. γέγραπται γὰρ περὶ τοῦ Ἱεροβοὰμ, ὅτι "Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο "ἱερεὺς τῶν ὑψηλῶν." ἕρπει δὴ οὖν εἰκότως ὁ λόγος ἐπ' αὐτούς τε τοὺς ἱερουργοὺς, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, συμπεριειλημμένου ταῖς αἰτίαις καὶ αὐτοῦ τοῦ Ἰσραήλ. οἱ μὲν γὰρ τὰ πρὸς σύστασιν τῆς εἰδωλολατρείας ἔφασκόν τε καὶ ἔδρων, βωμοὺς ἀνιστάντες, σπονδὰς καὶ θυσίας προσά- γοντες, καὶ τὴν τῆς ἀπωλείας τοῖς ἀπατωμένοις κατευρύνοντες τρίβον· εὑρεταὶ δὲ τῆς πλάνης οἱ βασιλεῖς. τοιγάρτοι φησὶ πρὸς αὐτοὺς, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ. σκοπιὰν δὲ λέγει τὴν ὑπό τε τῶν ἱερέων, εἴπερ ἦσαν ὄντως ἱερεῖς, καὶ ὑπ' αὐτῶν δὲ τῶν ἡγουμένων ἐπισκοπουμένην πληθύν· ἐφο- ρῶσι γὰρ αὐτοὶ τὸ ὑπήκοον· ἢ καὶ ἀφορῶνται παρὰ τῶν ὑπὸ χεῖρα, καὶ ὅποιπερ ἂν τοῖς κρατοῦσι δόξειε, παρατρέπουσι τὸ ὑπήκοον· ἕπεται δὲ τοῖς τῶν ἡγουμένων θελήμασι τὸ ὑπε- ζευγμένον. γεγόνατε τοίνυν, φησὶν, ὡς παγὶς τῇ ὑφ' ὑμῶν ἐπισκοπουμένῃ πληθύι, ἤτοι τῇ εἰς ὑμᾶς ἀφορώσῃ τυχόν. γεγόνατε δὲ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον. ὄρος δὲ τοῦτο περιφανέστατον ἐν τῇ Γαλιλαίᾳ κείμενον, πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν ἄγραν ἔχον θηρίων τε καὶ πτηνῶν, διὰ τὸ ἦρθαι τε ὑψοῦ, καὶ καταδασύνεσθαι σφόδρα δρυμοῖς τε καὶ λόχμαις. 9Ἐγὼ δὲ παιδευτὴς ὑμῶν, ἐγὼ ἔγνων τὸν Ἐφραῒμ, καὶ Ἰσραὴλ οὐκ ἄπεστιν ἀπ' ἐμοῦ.9 Οἱ μὲν οὖν ἱερεῖς, καὶ μὴν καὶ οἱ ἐξ αἵματος τοῦ βασιλικοῦ, 1.119 λίνον καὶ πάγη καὶ θήρα γεγόνασι τοῖς λαοῖς, θυμιᾶν τοῖς δαίμοσιν ἐπιτάττοντες, καὶ πρό γε τῶν ἄλλων δρῶντες αὐτοὶ, καὶ φρονεῖν ἀναπείθοντες ἃ μὴ θέμις, καὶ τοῖς ἀνοσίως ἐξηυρημένοις πλάνης ἑτέρους προσεπάγοντες τρόπους, τὰ ὑψηλά φ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.