Hosea Tomos 3 rem mid
Rem mid: historia and spiritual theoria held together.
Greek
ῶς δηλονότι πολιτευόμενοι, καὶ ἐννομωτάτην ἔχοντες ζωὴν, καὶ τὰ τοῖς ἱερεῦσι πρέποντα φρονεῖν τε καὶ δρᾶν ὅτι μάλιστα διεσπουδακότες. ἱκανὸς γὰρ ὁ τοιοῦτος ἀνασῶσαι λαοὺς καὶ Θεῷ προσκεκρουκότας, καὶ νόμον ἠδικηκότας. ἀλλ' οἱ πρὸς τοῦτο παρειλημμένοι, φησὶ, συγκατώλισθον τοῖς ἄλλοις. ταύτῃτοι δικαίως ἀργήσει τὰ ἱερὰ, πεπαύσεται τὸ ἀπόλεκτον καὶ τίμιον γένος, ἔσται ὁ λαὸς ὡς ὁ ἱερεύς. κείσεται γὰρ οὐδὲν ἔτι τὸ μεταξὺ λαοῦ τε καὶ ἱερέως. καὶ τοῦτο ἦν ἄρα τὸ, "Τὴν δόξαν αὐτῶν εἰς "ἀτιμίαν θήσομαι." 9Καὶ ἐκδικήσω ἐπ' αὐτὸν τὰς ὁδοὺς αὐτοῦ καὶ τὰ διαβούλια αὐτοῦ ἀνταποδώσω αὐτῷ.9 Ὁδοὺς μὲν, ὡς ἔοικε, τὰς ὡς ἐν ἔργοις πορείας λέγει· διαβούλια δὲ αὖ, τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. ἐπειδὴ τοίνυν, φησὶ, πεπόρευται μὲν οὐκ ὀρθῶς, τῆς εὐθείας 1.104 ἐκνενευκὼς, καὶ ἁπάσης ὥσπερ ἀνοσιότητος ἐλάσας τρίβον, ἐβουλεύσατο δὲ τὰ πάντων αἴσχιστα τε καὶ ἐκτοπώτατα, τὸν μὲν τῶν ὅλων ἀτιμάσας Θεὸν, ἀποκλίνας δὲ καὶ αὐτὸς εἰς τὸ λατρεύειν εἰδώλοις, ἐκδικήσω ἐπ' αὐτὸν, τουτέστι, τὴν τοῖς πλημμελήμασιν ἰσοστάθμως ἔχουσαν ἐποίσω δίκην ὅτι δὲ τοῖς ἀποφοιτῶσι τῆς εἰς Θεὸν ἀγάπης τὸ ἐν παντὶ γενέσθαι κακῷ πάντητε καὶ πάντως συμβήσεται, πῶς ἐστιν ἀμφιβαλεῖν; οὔτε γὰρ ὀρθήν τε καὶ ἀμώμητον διελάσει τρίβον, οὔτ' ἂν σοφὰ βουλεύσαιτό ποτε, τὴν θείαν οὐκ ἔχων ἐπικουροῦσαν αὐτῷ σοφίαν τε καὶ δύναμιν. 9Καὶ φάγονται, καὶ οὐ μὴ ἐμπλησθῶσιν· ἐπόρνευσαν καὶ οὐ μὴ κατευθυνθῶσιν.9 Τετήρηκε πάλιν τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸ κατάλειμμα. ὅτι γὰρ οὐκ εἰσάπαν οἰχήσεται τοῖς ἱερεῦσι τὸ χρῆμα, δια- τρανοῖ λέγων· ὅτι φάγονται μὲν, πλὴν οὐ μὴ ἐμπλησθῶσιν. εἴτε γὰρ τὰς ἀρχαίας ἐκείνας τοῦ Ἰσραὴλ μεταναστάσεις καὶ αἰχμαλωσίας ἐννοήσειέ τις, εἴτ' οὖν τὴν ἐπὶ Χριστῷ διὰ τῆς τῶν Ῥωμαίων χειρὸς τῆς Ἰουδαίας ἐρήμωσιν, ἐν λει- ψάνοις εὑρήσει τετηρημένον αὐτόν τε τὸν Ἰσραὴλ, καὶ τὴν κατὰ νόμον λατρείαν. ἀποκομισθέντων γὰρ τὸ τηνικάδε διά τε τοῦ Σαλμανασὰρ, καὶ τοῦ Θεγλαφαλασὰρ εἰς Ἀσσυ- ρίους καὶ Μήδους, οὐδὲν ἧττον οἱ βραχεῖς καὶ ὀλιγοστοὶ καὶ περιλελειμμένοι τῶν ἐξ Ἰσραὴλ προσῆγον τοῖς ἱερεῦσι τὰ νενομισμένα, τοῖς κατὰ χεῖρα τιμῶντες· καὶ οὐκ ἔξω τῶν ἐν ἔθει γινόμενοι παντελῶς. κατὰ τὸν ἴσον δὲ τρόπον, καὶ ἐν τῷ λοίσθῳ πολέμῳ, τῷ ἐπὶ Καίσαρος Αὐγούστου φημὶ, καταδῃωθείσης αὐτοῖς τῆς χώρας, ἐσκορπίσθησαν μὲν εἰς πάντα ἄνεμον, καὶ ἐν πάσῃ χώρᾳ τε καὶ πόλει· πλὴν ἔτι 1.105 μετρίως τὸ ἱερὸν καὶ ἀπόλεκτον τιμῶντες 44 γένος, προσ- ῆγον τὰ κατὰ δύναμιν· καί εἰσιν ἐν τούτοις ἔτι, καίτοι τῶν πάλαι θυσιῶν ἀνατετραμμένων· ἔξω γὰρ τῆς Ἱερουσαλὴμ γεγονόσι τὸ θύειν ἔτι παράνομον. φάγονται τοίνυν φησὶ καὶ οὐ μὴ ἐμπλησθῶσι, τουτέσ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.