Hosea Tomos 3 rem early
Rem early: Hosea Tomos 3: further Hosea exposition toward the mystery of Christ.
Greek
ομίας σου, ἵνα μὴ μάτην αὐτοῖς ἐπενηνέχθαι φάσκωσι τὴν ὀργὴν, ἀλλ' ὡς ἐν ὀφλήματος τάξει λοιπὸν, καὶ τοῖς τὰ μέγιστα πλημμελεῖν εἰωθόσιν ὡς ἐξ ἀνάγκης συμβαίνουσαν. τί δέ φησιν ὁ κρινό- μενος, ἤτοι διελέγχων; Οὐκ ἔστιν ἀλήθεια οὐδὲ ἔλεος οὐδὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. τὸ μὲν οὖν ἀλήθειαν μὴ εἶναι λέγειν, ὑπεμφήνειεν ἂν καὶ μάλα εἰκότως, ὅτι πολλὴ παρὰ πᾶσι κατ' ἐκεῖνο καιροῦ γέγονεν ἡ συκοφαντία, ψευδορκία τε καὶ ἀπάτη καὶ δόλος, τὰ πάντων αἴσχιστα τῶν κακῶν· ὅτι δὲ ἦσαν ἀφιλάλληλοί τε καὶ ἀφιλικτίρμονες, ἄτεγκτοί τε καὶ ἀτεράμονες, καὶ τὸν νοῦν ἀπεσκληκότες, ὑποσημήνειεν 1.92 ἂν τὸ μὴ εἶναι ἔλεος· ὅτι δὲ φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, καὶ τοῖς ψευδωνύμοις θεοῖς ὁλοτρόπως προσκείμενοι, σαφηνιεῖ πάλιν ἐπίγνωσιν Θεοῦ μὴ εἶναι λέγων ἐπὶ τῆς γῆς. ἄλλως τε πρέποι ἂν εἰκότως τοῖς ταῖς οὕτω δειναῖς ἀτοπίαις ἐνισχη- μένοις, καὶ τὸ δοκεῖν ἤδη πως μηδὲ εἰδέναι Θεόν· εἴπερ εἰδέναι φαμὲν αὐτὸν φρονοῦντες ὀρθῶς 38 τοὺς τοῖς θείοις αὐτοῦ θελή- μασιν ἑπομένους. προσεπάγει δὲ τούτοις, ὅτι ἀρὰ καὶ ψεῦδος καὶ φόνος καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσιν. ἀκούεις ὅπως εἰς λῆξιν ἥκασι παντὸς κακοῦ, καὶ ἀνοσίων ἐγχειρημάτων ἐπέκεινα λοιπὸν, οἱ περὶ ὧν ὁ λόγος, τῶν ἄγαν ἐκτοπωτάτων οὐδὲν ἐῶντες ἀνεπιτήδευτον; καὶ τὸ ἔτι τούτου παραλογώτερον, αἵματα ἐφ' αἵμασι μίσγουσί φησι. σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο σαφὲς, τοῦ μήτε ἀνοκωχὴν παρεισκρίνεσθαι τοῖς κακοῖς, μήτε μὴν ἐν μεταγνώσει τῶν τετολμημένων γενέσθαι τοὺς δεδρακότας· συνεχῆ δὲ ὥσπερ, καὶ ἐπάλληλον παρα- τετάσθαι τὴν ἁμαρτίαν. Ἀλλὰ ταυτὶ μὲν εἰρήσθω πρὸς διασάφησιν τὴν προχει- ροτέραν. ἔοικε δὲ πάλιν ὁ μακάριος προφήτης μυστικωτέραν ποιεῖσθαι ἡμῖν τὴν ἀφήγησιν, καὶ καταιτιᾶσθαι τὸν Ἰσραὴλ ἐπὶ ταῖς εἰς Χριστὸν παροινίαις, καὶ μιαιφονίαις ταῖς εἰς αὐτὸν καὶ ἁγίους. κρίσις γὰρ τῷ Κυρίῳ πρὸς τοὺς κατοικοῦν- τας τὴν γῆν. ἀνθ' ὅτου, καὶ ἐπὶ τίσιν; ἐπεφάνη γὰρ ἡμῖν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ ἀπεστάλη, καθά φησιν αὐτὸς, "εἰς τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραὴλ," ἵνα φωτίσῃ τῇ διὰ Πνεύματος δᾳδουχίᾳ τοὺς ἐσκοτισμένους, ἵνα τῆς νομικῆς ἀπαλλάξας σκιᾶς, τοῖς τῆς ἀληθοῦς λατρείας ἐμβιβάσῃ τρόποις, ἵνα δικαιώσας τῇ πίστει τοὺς ταῖς ἁμαρ- τίαις ἐνειλημμένους, συνάψῃ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. ἀλλ' οὐκ ἐδόκει φρονεῖν ὀρθῶς τοῖς ἐξ Ἰσραήλ· τὸν γὰρ ἐπὶ 1.93 τούτοις ἐξ οὐρανῶν ἀφιγμένον ἐκβεβλήκασιν, ἀπεδοκίμασαν, οὐκ ἠθέλησαν ἔχειν παρ' ἑαυτοῖς τὴν ἀλήθειαν, τὸ ἔλεος, τὴν ἐπίγνωσιν τοῦ Θεοῦ καὶ Πατρός. ὅτι γὰρ ἀλήθειά τε ἐστὶ καὶ ἔλεος ὁ Χριστὸς, οὐ μακρῶν οἶμαι δεήσει πρὸς ἀπόδειξιν λόγων, ἀποχ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.