Micah Tomos 2 rem close CLOSEOUT
Rem CLOSEOUT: Micah Tomos 2 CLOSEOUT.
Greek
ύσει καὶ ἀληθῶς ὄντι Θεῷ. γλίχονται δὲ τῆς δικαιοσύνης, καὶ δεδιψήκασι μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δὴ καὶ ἰέναι κατεπαγγέλλονται, καὶ λίαν ἐσπουδασμένως, ἐν ταῖς τρίβοις αὐτοῦ. καὶ τίνες ἂν εἶεν οἱ τῶν τοιούτων εἰσηγηταί; ἢ δη- λονότι τοῦ Σωτῆρος οἱ μαθηταὶ, οἱ τὸ θεῖον ἐγχειρισθέντες κήρυγμα, πρὸς οὓς ἔφη Χριστός "Πορευθέντες μαθητεύ- "σατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ "Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, διδάσκον- "τες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν." 9Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. καὶ κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.9 Αἱ μυρίαι τε καὶ ἀναρίθμητοι τῶν ἐθνῶν ἀγέλαι, αἱ βαδί- ζουσαι μὲν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν, γλιχόμεναί τε μαθεῖν τὴν ὁδὸν τοῦ Κυρίου, καὶ δι' αὐτῆς ἰέναι προθύμως ὑπισχνούμεναι, τὴν αἰτίαν ἐνθάδε φασὶ τοῦ μὴ θέλειν ἔτι μονονουχὶ τελεῖσθαι τῷ νόμῳ καὶ προστρέχειν Ἰουδαϊσμῷ. πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ἔτι τῶν κατὰ τὸν νόμον ἑστώτων ἐθῶν, προσῄεσάν τινες τῶν πεπλανημένων, καὶ τοῖς τῆς εἰδωλολατρείας κακοῖς ἐῤῥῶσθαι φράζοντες, εἶτα τὴν σάρκα περιτεμνόμενοι, τοῖς τῶν Ἰουδαίων ἔθεσί τε καὶ νόμοις διαζῆν ἐσπούδαζον. ἀριθ- μοῦ δὲ κρείττων τῶν παρ' αὐτοῖς ἡ τοιάδε πληθύς. καὶ γοῦν ὁ Σολομῶν, ὅτε τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀνορθοῦν ἐσκέπτετο ναὸν, ἑκατὸν καὶ πεντήκοντα χιλιάδας λατόμων τε καὶ ἐργα- 1.660 τῶν ἐκ τῶν προσηλύτων προεχειρίζετο· γέγραπται γὰρ οὕτως ἐν ταῖς Παραλειπομέναις. τύπος δὲ ἦν ἄρα μυστηρίου τὸ δρώμενον. ἔμελλον γὰρ ἀναδείμασθαι ναὸν τῷ Θεῷ, τὸν ἀληθῆ καὶ περίοπτον, τουτέστι τὴν Ἐκκλησίαν, οὐκ Ἰουδαῖοι δὲ μᾶλλον, ἀλλ' οἱ ἐξ ἐθνῶν, τὸν ἐν τῷ κρυπτῷ περιφέ- ροντες Ἰουδαῖον, καὶ περιτομὴν ἔχοντες οὐχὶ τὴν ἐν σαρκὶ μᾶλλον, ἀλλὰ τὴν ἐν πνεύματι. Οὐκοῦν πρὸ μὲν τῆς ἐπιδημίας προσῄεσάν τινες τῶν εἰδωλολατρῶν καὶ τοῖς Ἰουδαίων διέζων νόμοις. ἐπειδὴ δὲ ἀνεδείχθη λοιπὸν τὸ ὄρος τοῦ Κυρίου τὸ περίοπτον ἀληθῶς, ἐπ' αὐτὸ δὴ μᾶλλον προσίενται, χαίροντές τε καὶ λέγοντες Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. ἐοίκασι δὲ βούλεσθαι δηλοῦν, κἀκεῖνό που τάχα διακεκρα- γέναι σαφῶς, ὡς ἔρημος ἔσται καὶ αὐτοῦ τοῦ νόμου Σιὼν, καὶ γυμνὴ τῶν θείων λόγων Ἱερουσαλήμ. οἱονεὶ γάρ πως ἐκπεφοίτηκεν αὐτῶν ὁ νόμος καὶ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος Θεοῦ. κατήργηται γὰρ ἡ σκιὰ, καὶ πέπαυται τὰ ἐν τύποις, ἀνῄρηνται δὲ καὶ αἱ θυσίαι, καὶ πάντα λοιπὸν τὰ διὰ Μωυσέως συμπεπέρασταί πως, ὅσον ἧκεν εἰς τὸ γράμμα φημί. ὅτι δὲ ἔμελλεν ὁ Χριστὸς κρῖναι τε καὶ διελέγξαι ἔθνη πολλὰ, μονονουχὶ προφητεύουσι καὶ προαγορεύουσι· κρῖναι τε καὶ ἐλέγξαι ὅπως τε, καὶ τίνα τρόπον, εἰπεῖν ἀναγκαῖον. ἀναπείθων γὰρ τῶν τῆς πλανήσεως ἀποσχέσθαι τρόπων, καὶ καταδεικνὺς ἐναργῶς, ὅτι σπεύδουσιν εἰς ἀπώλειαν, εἰ μὴ ἕλοιντο βιοῦν ὀρθῶς, καὶ τῶν ἀρχαίων πλημμελημάτων ἀπο- 1.661 μάττεσθαι τὰ ἐγκλήματα, κρινεῖ τε καὶ ἐλέγξει τρόπον τινὰ καὶ οὐχὶ μόνον ἔθνος ἓν, ἀλλ' ἕως εἰς γῆν μακρὰν, τουτέστι, μέχρι τερμάτων τῆς ὑπ' οὐρανόν· πανταχῆ γὰρ ὁ σωτήριος ὑμνεῖται λόγος. "Κηρυχθήσεται γὰρ, φησὶ, τὸ εὐαγγέλιον "τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ." Ἔοικε δέ τι καὶ ἕτερον ἡμῖν ἰσχνόν τε καὶ κεκρυμμένον μυστήριον ὁ προφητικὸς ὑπεμφαίνειν λόγος. ἀφηγεῖται γὰρ ὥσπερ, τίνα δὴ τρόπον οἱ ἐξ ἐθνῶν εἰσδεχθεῖεν ἂν, καὶ τὴν ἀρχαίαν ἐκείνην ἀφέντες πλάνησιν βαδιοῦνται λοιπὸν ἐπὶ τὸ ὄρος τοῦ Κυρίου, τουτέστι τὴν Ἐκκλησίαν. ἐκ γάρ τοι φησὶν τῆς ἄνω Σιὼν, καὶ τῆς νοητῆς Ἱερουσαλὴμ ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου. καταπεφοίτηκε γὰρ εἰς ἡμᾶς ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὃς καὶ γέγονεν ἡμῖν νόμος τε καὶ νομοθέτης, καὶ αὐτὸς κρινεῖ ἀνὰ μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν. τί δ' ἂν βούλοιτο δηλοῦν τὸ κρι- νεῖ καὶ ἐλέγξει, κατά γε τὸ εἰς νοῦν ἧκον ἐρῶ. 258 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τετυράννευκε κατὰ πάντων ὁ σατανᾶς, καὶ ὁμοῦ ταῖς σὺν αὐτῷ δυνάμεσι πονηραῖς τῆς ὑφ' ἡλίῳ κατεστρατεύετο, καὶ πᾶσιν ἐπιθεὶς τῆς πλεονεξίας τὸν ζυγὸν, ἀπεβουκόλησε Θεοῦ τὸ ἐπὶ τῆς γῆς γένος. ἀλλ' "Ἐπέφανεν ἡμῖν Θεὸς Κύριος," κατὰ τὸ γεγραμμένον, ὤφθη λοιπὸν ἐπὶ γῆς ὁ ἀγαθὸς ποιμὴν, καὶ τῆς μὲν ἐκείνου πλεονεξίας ἐξείλετο τοὺς πεπλανημένους, κατα- δεδίκακε δὲ τοὺς πλανήσαντας, καὶ διήλεγξε τοὺς ἠδικηκό- τας, τουτέστι "Τὰς ἄρχας, τὰς ἐξουσίας, τοὺς κοσμοκρά- "τορας τοῦ αἰῶνος τούτου, τὰ πνευμάτικα τῆς πονηρίας "ἐν τοῖς ἐπουρανίοις." καὶ τοῦτο ἡμῖν αὐτὸς ὁ Χριστὸς καθίστησιν ἐναργὲς λέγων "Νῦν κρίσις ἐστὶ τοῦ αἰῶνος 1.662 "τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται "ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς "ἐμαυτόν." δεδίκακε γὰρ πολλοῖς καὶ ἀναριθμήτοις λαοῖς, δῆλον δὲ ὅτι τοῖς ἠδικημένοις, καὶ δεδικαίωκε μὲν αὐτοὺς ἐν ἐλέῳ καὶ πίστει. ἐκβέβληκε δὲ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, καὶ τῆς καθ' ἡμῶν ἀπεσόβησεν ἀρχῆς, ἐλέγχων ὡς ἄδικον, ὡς ἀνόσιον, ὡς ἀνθρωποκτόνον, ὡς πλεονεκτήσαντα τὴν ὑπ' οὐρανόν. συνηλέγχοντο δὲ αὐτῷ πάντως που καὶ τὰ ἕτερα τῶν δαιμονίων ἔθνη, τὰ πάλαι δεινά τε καὶ ἰσχυρὰ, καὶ οὐ μίαν περιφοιτῶντα πόλιν, ἀλλ' ἕως εἰς γῆν μακρὰν κατ- εσκεδασμένα, τουτέστι, μέχρι περάτων τῆς ὑπ' οὐρανόν. διενείμαντο γὰρ ὥσπερ τὴν γῆν, καὶ οὐδεὶς ἦν ὅλως τῆς ἐκείνων δυστροπίας ἄπειρος. 9Καὶ κατακόψουσι τὰς ῥομφαίας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐκ ἔτι οὐ μὴ ἄρῃ ἔθνος ἐπὶ ἔθνος ῥομφαίαν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω ἀμπέλου αὐτοῦ, καὶ ἕκαστος ὑποκάτω συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν, διότι τὸ στόμα Κυρίου παν- τοκράτορος ἐλάλησε ταῦτα.9 Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι "ἐν Χριστῷ, καινὴ κτίσις, καὶ τὰ ἀρχαῖα "παρῆλθε." μετακεχώρηκε γὰρ ἐπὶ τὸ ἄμεινον, καὶ αὐτὴ τῶν πραγμάτων ἡ κατάστασις, οὐκέτι πολέμους καὶ μάχας ὠδίνουσα, δύσοιστον ἔχοντας καὶ παμμόχθηρον ἀληθῶς κατὰ πάντων τὴν ἔφοδον. τὸ γὰρ μεταπλάττεσθαι μὲν τὰ 1.663 πολέμου πρὸς ἔργα γηπόνοις, καὶ ἕκαστον δὲ ἀναπαύεσθαι, φησὶν ὁ Προφήτης, ὑποκάτω συκῆς ἰδίας καὶ μὴν καὶ ἀμπέλου, μηδένα τε εἶναι τὸν δεδιττόμενον, τί ἂν ἕτερον ἡμῖν ὑπεμφήνειεν, ἢ ὅτι βαθεῖά τις ἔσται καὶ ἄῤῥηκτος ἡ εἰρήνη, καὶ καιρὸς ἀπόλεμος; τετέλεσται δὲ ταυτὶ κατὰ τοὺς τῆς ἐπιδημίας καιρούς. καὶ γοῦν αὐτὸς ἔφασκεν ὁ Χριστός "Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν "ἀφίημι ὑμῖν." Πότε δὲ ἢ πῶς καὶ ἡ ἐν κόσμῳ γέγονεν εἰρήνη; ἐπειδὴ γὰρ τῆς ὑπ' οὐρανὸν κατεκράτησε λοιπὸν ἡ τῶν Ῥωμαίων ἀρχὴ καὶ εὐκλεεστάτη βασιλεία, συνηνέχθησάν τε καὶ ὑφ' ἕνα γεγόνασι ζυγὸν τὰ ἔθνη σύμπαντα, καὶ κατέληξαν μὲν τοῦ πρὸς ἄλληλα πολέμου, ἐτράποντο δὲ πρὸς τὰ τῆς εἰρήνης ἔργα, δῆλον δὲ ὅτι πρὸς γεωπονίας, ἕκαστοί τε ἀσφαλῶς τὰς ἑαυτῶν οἰκοῦσι πόλεις. οὔπω μὲν γὰρ τῆς Ῥωμαίων χειρὸς κατακρατούσης αὐτῶν, πόλεμοί τε καὶ ἐξαναστάσεις χωρῶν τε καὶ πόλεων γεγόνασι πανταχῆ, καὶ προὔκειτο μὲν τοῖς ἐθέλουσιν οὓς ἂν ἕλοιντο καταδῃοῦν, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων ὡς νενικηκόσι, καὶ ἦν ἀνάγκη τοῖς τοῦ πολέμου σκεύεσιν ἐνηρμόσθαι καλῶς τοὺς ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει, καὶ μελέτην ποιεῖσθαι τὰ τακτικὰ, σφισί τε αὐτοῖς ἐπαμύνειν τε καὶ τέκνοις. ἐπειδὴ δὲ ἡδρύνθη λοι- πὸν ἡ τῆς τῶν Ῥωμαίων βασιλείας ἰσχὺς, πέπαυται τὰ τοιάδε, καὶ τοῦ πολέμου τὰ σκεύη, σκαπάναι καὶ δρέπανα καὶ μὴν καὶ ἄροτρα γεγόνασιν, καὶ εἰς ἕτερα ἅττα τὰ τοιάδε λοιπὸν μετεπλάττοντο. 1.664 Εἰ δὲ δή τις ἕλοιτο καὶ πνευματικῶς τοῖς προκειμένοις προσβαλεῖν, συνήσει πάλιν ὅτι τὴν ἐκ τῆς ἰδίας ἡμῖν ἡμε- ρότητος εἰρήνην βραβεύοντος Χριστοῦ, καὶ καταργοῦντος τὰς ἀρχὰς καὶ τοὺ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.