Commentary on the Twelve Prophets · §micah-t3-open

Twelve Prophets Micah Tomos 3 opening

Micah Tomos 3.

Micah Tomos 3: what does the Lord require; Bethlehem hope CLOSEOUT.

Greek

ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ.ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ. 9Ἐν τίνι καταλάβω τὸν Κύριον; ἀντιλήψομαι Θεοῦ ὑψίστου; εἰ καταλήψομαι αὐτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; εἰ δῷ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου; εἰ ἀνηγγέλη σοι ἄνθρωπε τί καλόν; ἢ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τοῦ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου;9 Ἀπροφάσιστον τοῖς ἐξ Ἰσραὴλ ἀποφήναντος τοῦ Θεοῦ τὴν ἀπόστασιν, καὶ τρόπον τινὰ δικασαμένου καὶ σαφῶς ἀπελέγξαντος, ὡς εἴη μὲν αὐτὸς κατὰ μυρίους ὅσους εὐεργε- τήσας τρόπους, οἱ δὲ πρὸς ἀμέτρητον ἐληλακότες ἀναι- σθησίαν λελυπήκασιν οὐ μετρίως τὸν σεσωκότα, τὸ τοῦ μετανοοῦντος εὐθὺς εἰσφέρεται πρόσωπον, οἱονείπως κλαί- 1.700 οντος ἐπί τε τοῖς ἤδη προεπταισμένοις, καὶ ζητοῦντος ἀναμαθεῖν, τίνα δὴ τρόπον διακρούσαιτο τὰ ἐγκλήματα, καὶ τῶν Θεῷ φιλτάτων ἀντέχοιτο σπουδασμάτων. φησὶ τοίνυν Ἐν τίνι καταλάβω τὸν Κύριον; τί γὰρ προσοίσω, φησὶ, τί δὲ δράσαιμι λοιπὸν, ὁ οὕτω προσκεκρουκώς; ἄρα δὴ μόσχους ἱερουργῶν νέους τε καὶ ἁπαλοὺς ἔσομαι καθαρός; ἐπαινέσει δέ με Θεὸς εἰ ἑλοίμην ὁλοκαυτοῦν; εὕροιμι δ' αὐτόν· του- τέστιν, ἐγγὺς ἔσομαι, καὶ εἰς οἰκειότητα παραδεχθήσομαι τὴν πνευματικήν· εἰ καὶ πολὺ πλῆθος ἀναθείην θρεμμάτων; ἀλλ' ἐκεῖνα παρεὶς, τῶν τῆς ἐμῆς κοιλίας ἅψομαι καρπῶν· εὐαρεστήσω δὲ ἆρα, καταθύσας αὐτῷ τῶν ἐμῶν τέκνων τὸ ἐξαίρετον, τουτέστι, τὸ πρωτότοκον; Ταῦτά τινος οἱονείπως διασκεπτομένου καὶ λέγοντος, ἀποκρίνεται πάλιν ὁ Προφήτης, καί φησιν ἐν πνεύματι Οὐκ ἀσυμφανὲς τὸ χρῆμα, καὶ οὐ σὺν ἱδρῶτι ληπτόν. οἶσθά που πάντως τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ· ἀκήκοας τὸ δοκοῦν καὶ φίλον αὐτῷ. τοιγαροῦν ἐνδοιάζεις, ἄνθρωπε; ζητεῖ γὰρ παρὰ σοῦ τί ἕτερον ὁ τῶν ὅλων Θεὸς, ἢ ὅτι δὴ μόνον τὸ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου; τὸ μὲν οὖν ποιεῖν κρῖμα, τὸ κατεργάζεσθαι καὶ πληροῦν ἐστι τὴν δικαιοσύνην· κρῖμα γὰρ ἡ δικαιοσύνη· τὸ δὲ ἀγαπᾶν ἔλεος, τῆς φιλαλ- ληλίας ἔχει τὰ αὐχήματα, καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης καταπλουτεῖ τὴν δόξαν. τὸ δὲ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ σου, τὸ εἰς πᾶν ὁτιοῦν εὐπειθὲς καὶ 1.701 εὐήνιον ὑποφαίνει. δεῖν δὲ καὶ ἡμᾶς ὁ μακάριος ἔφη Παῦλος ἐνδύσασθαι μὲν "τὸν θώρακα τῆς δικαιοσύνης, ὑποδή- "σασθαι δὲ καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου "τῆς εἰρήνης," τουτέστι Χριστοῦ· προσεπιτάττει δὲ, λέγων "̓Ενδύσασθε σπλάγχνα οἰκτιρμῶν," καὶ μὴν καὶ αὐτὸς ὁ Σωτήρ "Γίνεσθε οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν "οἰκτίρμων ἐστί." ταῦτα φίλη τε καὶ ἀξιόληπτος θυσία Θεῷ, ὀσμὴ νοητῶν ὁλοκαυτωμάτων ὑπὲρ αἷμα καὶ καπνοὺς καὶ λιβανωτόν. τὰ μὲν γὰρ ἦσαν ἐν 272 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τύποις· τὰ δὲ αὐτὴν εὐωδιάζει Θεῷ τὴν ἀλήθειαν, ὃς καὶ δι' ἑτέρου προφήτου φησίν "Ἔλεον θέλω καὶ οὐ θυσίαν, καὶ ἐπίγνωσιν Θεοῦ "ἢ ὁλοκαυτώματα." ἐπιτήρει δὲ ὅπως τὸ μὲν τοῦ μετα- γινώσκοντος πρόσωπον τὰς κατὰ νόμον θυσίας πληροῦν ἐσκέπτετο· Θεὸς δὲ προαναφαίνων ὡς ἀδρανὴς μέν ἐστι, καὶ ἀνικάνως ὁ νόμος ἔχει πρὸς ἀποκάθαρσιν ἁμαρτίας, παραπολὺ δὲ ἀμείνων καὶ ἀσυγκρίτως ὑπερκειμένη τῆς ἐν Χριστῷ πολιτείας ἡ δύναμις, ἀπαράδεκτα μὲν ὥσπερ ποιεῖ- ται τὰ κατὰ τὸν νόμον, ἔφη δὲ ὅτι θελητὸν τῷ Θεῷ, τὸ ποιεῖν κρῖμα καὶ ἀγαπᾶν ἔλεος καὶ ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετ' αὐτοῦ. ταῦτα δέ ἐστι τῆς ἐν Χριστῷ ζωῆς τὰ αὐχήματα. 9Φωνὴ Κυρίου τῇ πόλει ἐπικληθήσεται, καὶ σώσει φοβουμένους τὸ ὄνομα αὐτοῦ.9 Καὶ δι' ἑτέρου τρόπου καθίστησιν ἐναργὲς, ὅτι τῆς δι' αἱμάτων προσαγωγῆς οὐδεὶς ὁ καρπὸς, ὀνήσειε δ' ἂν οὐ μετρίως τινὰ τῆς πνευματικῆς λατρείας ἡ δύναμις. τέθεικε

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.