Commentary on the Twelve Prophets · §obadiah-open-rem-close

Obadiah opening rem close CLOSEOUT

Rem CLOSEOUT: Obadiah opening CLOSEOUT.

Greek

ς, καὶ σκο- πευτήριον ἀληθῶς, ἁγία δὲ πρὸς τούτοις, εἴπερ ἐστὶν οἶκός τε καὶ πόλις τοῦ παναγίου Θεοῦ. 9Καὶ κατακληρονομήσουσιν ὁ οἶκος Ἰακὼβ τοὺς κατακληρονομή- σαντας αὐτούς· καὶ ἔσται ὁ οἶκος Ἰακὼβ πῦρ καὶ ὁ οἶκος Ἰωσὴφ φλόξ, ὁ δὲ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσονται 1.556 εἰς αὐτοὺς, καὶ καταφάγονται αὐτοὺς, καὶ οὐκ ἔσται πυροφόρος τῷ οἴκῳ Ἡσαῦ, διότι Κύριος ἐλάλησεν. καὶ κατακληρονομή- σουσιν οἱ ἐν Ναγὲβ τὸ ὄρος τὸ Ἡσαῦ καὶ οἱ ἐν τῇ Σεφηλᾶ τοὺς ἀλλοφύλους· καὶ κατακληρονομήσουσιν τὸ ὄρος τὸ Ἐφραῒμ καὶ τὸ πεδίον Σαμαρείας καὶ Βενιαμὶν καὶ τὴν Γαλααδῖτιν.9 Ὠήθη μὲν ὁ ἀπόπληκτος Ἰδουμαῖος κλῆρον ἕξειν τὸν οἶκον Ἰακὼβ, τουτέστι τοὺς ἐκ σπέρματος Ἰακὼβ, καὶ δὴ καὶ κατεμερίζετο τὴν γῆν, συγκαταδῃώσας αὐτήν. ἀλλ' ἔσται, φησὶ, τὸ χρῆμα αὐτοῖς ἀδοκήτως ἀντεστραμμένον. κλῆρος γὰρ ἔσονται τῶν ἐξ Ἰακώβ. δαπανηθήσονται δὲ οὕτως, ὡς ἂν εἰ καὶ ὑπὸ φλογὸς καλάμη. ἔσται γὰρ πῦρ ὁ οἶκος Ἰακὼβ, φλογὸς δὲ δυνάμεσι παραχωρήσειεν ἂν οὐδὲν ὁ οἶκος Ἰωσήφ. καταβρωθήσονται δὴ οὖν εἰσάπαν, ὡς ἕνα πυροφόρον μὴ ἂν εὑρεῖν δύνασθαί τινας ἐξ ὁλοκλήρου φυλῆς ἢ ἔθνους. ἔοικε δὲ ὁ 219 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λόγος ἀκολούθως τῇ τροπῇ πυροφόρον εἰπεῖν, πῦρ γὰρ ὠνόμασε τὸν οἶκον Ἰακὼβ, φλόγα δὲ δὴ αὖ τὸν Ἰωσήφ. καὶ οἶκος μὲν Ἰακὼβ νοοῖντ' ἂν εἰκότως, οἱ ἐξ Ἰούδα καὶ Βενιαμὶν, οἶκος γεμὴν Ἰωσὴφ οἱ ἐν τῇ Σαμαρείᾳ, τουτέστιν αἱ δέκα φυλαὶ, ὧν οἱ βασιλεῖς ἐκ φυλῆς Ἐφραῒμ γεγόνασι κατὰ καιροὺς, Μανασσῆς δὲ καὶ Ἐφραῒμ ἤστην ἐξ Ἰωσήφ. ἐν δὲ τῷ κατακληρονομήσουσιν οἱ ἐν Ναγὲβ, τόδε σημαίνεται. ὅτε γὰρ τὴν ἐνεγκοῦσαν ἀφέντες κατὰ τῶν Ἱεροσολύμων ᾔεσαν οἱ Βαβυλώνιοι, κατεξανιστάντος αὐτοὺς εἰς μάχην τοῦ Ναβουχοδονόσορ, συμβέβηκεν ἀναγ- καίως ἅπασαν μὲν τὴν τῶν Ἰουδαίων καταδῃωθῆναι χώραν, 1.557 ἐνεχθῆναι δὲ λοιπὸν εἰς τοῦτο ταλαιπωρίας, ὡς ἐν ἐρημίᾳ καταστῆναι παντελεῖ καὶ τῶν ἐνοικούντων ὁρᾶσθαι γυμνήν. ἐπειδὴ δὲ Θεοῦ κατοικτείραντος, καὶ τῶν τῆς αἰχμαλωσίας ἀνέντος βρόχων, ἀνεκομίσθησαν πάλιν εἰς τὴν ἑαυτῶν, το- σοῦτον αὐτοὺς κατευρυνθήσεσθαι λέγει, καὶ εἰς πολύανδρον ἐπιδοῦναι πληθὺν, ὡς καὶ τὰς τῶν ὁμόρων ἐθνῶν κατανεμη- θῆναι χώρας, στενοχωρουμένης κατὰ τὸ εἰκὸς τῆς Ἰουδαίας. εὐλογίας δὲ τοῦτο τῆς παρὰ Θεοῦ σημεῖον ἂν γένοιτο μάλα σαφές. οἱ γὰρ ἐν τῇ Ναγέβ φησι, τουτέστιν οἱ πρὸς νότον· νότος γὰρ ἡ Ναγὲβ ἑρμηνεύεται· κλῆρον ποιήσονται τὸ ὄρος τὸ Ἡσαῦ, τουτέστι τὴν Ἰδουμαίαν. νοτίαν γὰρ οὖσαν αὐ-τὴν, κατανεμηθήσονται πάντως ὡς γείτονα καὶ ὅμορον οἱ τὰ νότια τῆς Ἰουδαίας κατῳκηκότες. οἱ δὲ ἐν τῇ Σεφηλᾶ, τουτέστιν οἱ ἐν τῇ πεδινῇ· μοίρα δὲ καὶ αὕτη τῆς Ἰουδαίων χώρας βορειοτέρα που πάντως· κληρονομήσουσι τοὺς ἀλλο- φύλους. λέγει δὲ τοὺς Φυλιστιεὶμ, ἤτοι Παλαιστηνούς. καθέξουσι δὲ οὐδὲν ἧττον τὸ ὄρος τὸ Ἐφραῒμ, τὴν Σαμάρειαν, τὴν Βενιαμὶν, τὴν Γαλααδῖτιν. κλῆροι δὲ οὗτοι ταῖς τοῦ Ἰσραὴλ φυλαῖς ἐκνεμηθέντες κατὰ καιροὺς, στρατηγοῦντος Ἰησοῦ τοῦ μετὰ Μωυσέα. ἐπειδὴ δὲ ἠρήμωνται διὰ χειρὸς Ἀσσυρίων καὶ πρὶν ἀφικέσθαι τὸν Ναβουχοδονόσορ, ὑπὸ τῶν Φουλὰ καὶ Σαλμανασὰρ βασιλέων, ταύτῃτοι καὶ αὐτὰς κατοικηθήσεσθαι λέγει καὶ τὴν πάλαι συμβᾶσαν διαφυγεῖν ἐρημίαν. 9Καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ἰσραὴλ, γῆ τῶν Χαναναίων ἕως Σαρεπτῶν, καὶ ἡ μετοικεσία Ἱερουσαλὴμ ἕως Ἐφραθά· καὶ κατακληρονομήσουσι τὰς πόλεις τοῦ Ναγέβ. καὶ 1.558 ἀναβήσονται ἄνδρες σεσωσμένοι ἐξ ὄρους Σιὼν τοῦ ἐκδικῆσαι τὸ ὄρος τὸ Ἡσαῦ, καὶ ἔσται τῷ Κυρίῳ ἡ βασιλεία.9 Μετοικεσίαν ἐνθάδε φησὶ τοὺς ἐκ τῆς Ἱερουσαλὴμ, ἤγουν τῆς Ἰουδαίας ἁπάσης εἰς Βαβυλῶνα μετῳκισμένους. ἀρχὴν δὲ αὐτῶν ἔσεσθαί φησι τὸν ὑπὸ χεῖρά τε καὶ ἐξουσίαν ἐσό- μενον κλῆρον· οἷον ὡς εἴ τις ἐπ' ἄρχοντος λέγει τὴν τοῦ δεῖνος τυχὸν ἀρχήν. ἔσται τοίνυν φησὶ τοῖς πάλαι μετῳ- κισμένοις ἀρχή τε καὶ κλῆρος ἡ γῆ τῶν Χαναναίων· φησὶ δὲ τὴν Ἀραβίαν, καὶ ἕως Σαρεπτῶν, ἥτις ἐστὶ τῆς Σιδωνίας, ἵνα διὰ τούτου τὴν Φοινίκων ἐννοῇς. παραταθήσεται δέ φησι καὶ ἕως Ἐφραθὰ, ἤγουν ὡς ἐκδέδοται παρὰ τῶν ἑτέρων ἑρμηνευτῶν, καὶ μέχρι Βοσπόρου, ὅ ἐστι, τὰ νοτιώτατα τῆς ἕω μέρη. ποιήσονται δέ φησιν ὑφ' ἑαυτοῖς καὶ τὰς πόλεις τοῦ Ναγὲβ, τουτέστι τοῦ νότου. ἔοικε δὲ διὰ τούτων ἡμῖν ὁ λόγος τὰ Ἰνδικὰ κατασημαίνειν ἔθνη· νοτιώτατοι γὰρ οἱ Ἰνδοὶ καὶ αἱ τούτων χῶραι. ὅμοιον δὲ ὡς εἰ λέγοι τυχόν Πάντα αὐτῶν ἔσται πλήρη, τὰ πρὸς νότον, τὰ πρὸς βοῤῥᾶν, τὰ πρὸς ἕω, τὰ πρὸς δύσιν, καὶ πᾶσαν ἁπλῶς καθέξουσι πόλιν τε καὶ χῶραν. ἐν δὲ τῷ καὶ ἀναβήσονται ἄνδρες ἀνα- κεφαλαιοῦται τρόπον τινὰ τῆς προφητείας τὸν σκοπόν. οἱ γὰρ τῆς Σιὼν οἰκήτορες, φησὶν, ἀνασεσωσμένοι παρὰ Θεοῦ, καὶ τὰ τῆς αἰχμαλωσίας διαῤῥήξαντες δεσμὰ, κατὰ καιροὺς ἀναβήσονται καὶ ποιήσουσιν ἐκδίκησιν εἰς τὸ ὄρος τοῦ Ἡσαῦ. πεπολεμήκασι γὰρ, ὡς ἔφην, πρὸς Ἰδουμαίους μετὰ τοὺς τῆς αἰχμαλωσίας καιροὺς, καὶ βεβασίλευκεν ἐπ' αὐτοὺς ὁ τῶν ὅλων Θεὸς, καίτοι πάλαι τὸ χρῆμα παρωθούμενος, καὶ τῆς Ἰουδαίας ἀποφοιτῶν διὰ τὴν ἀπόστασιν. λελατρεύκασι γὰρ εἰδώλοις, καὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς. ἐπειδὴ δὲ 1.559 κατῄεσαν, εἰσεδέξατο πάλιν καὶ βεβασίλευκεν ἐπ' αὐτούς· φιλάνθρωπος γὰρ καὶ εὐμενὴς ὁ ∆εσπότης, καὶ 220 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῖς προσ- κρούουσιν εὐδιάλλακτος· εἰ μόνον μικράν τινα πρὸς αὐτὸν ἐπιστροφὴν ἐνδεικνύμεθα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. 1.560 ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.