Obadiah opening rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
τέστιν ἀφανῆ σε γενέσθαι παρ- εσκεύασε· τοῦτο γὰρ τὸ ἐξαπέστειλεν· οὐ μέρη τῆς σῆς ἐπεισπηδήσας χώρας, ἀλλ' ὅλην ἑλὼν κατὰ κράτος, καὶ μέχρις ὅρων αὐτῶν ἀγαγὼν εἰς ἐρήμωσιν. ἀντέστησαν δὲ, καὶ πεπολεμήκασι πρὸς σὲ, φησὶν, οὓς ἦν τάχα που καὶ λίαν εἰκὸς, κατά γε τὴν σὴν ἐλπίδα, καὶ ἐπαλγύνεσθαι πεπονθότι σοι. ἀλλ' ἔθηκαν ἔνεδρα ὑποκάτω σου, παρ' ὧν σώζεσθαι προσεδόκησας. ἐν δὲ τῷ Οὐκ ἔστιν σύνεσις ἐν αὐτῷ, τοιαύτη τις ἐμφέρεται ἔννοια. σοφούς τε καὶ συνετοὺς ὠνόμαζον τοὺς ψευδομάντεις καὶ βωμολόχους, τοὺς ἀπατεῶνας καὶ οἰωνοσκό- πους, καὶ τοὺς τῶν ἄστρων τὰ ψευδῆ μυθάρια καταχέοντας, οἵ τινες εἰς τοῦτο ληρωδίας ἥκουσιν, ὡς ἐντεῦθεν δύνασθαι καὶ τὴν τῶν ἐσομένων γνῶσιν ἑλεῖν φληνάφως ὑπονοεῖν. ἀνεπτόηντο δὲ πρὸς τοῦτο λίαν οἱ ταῖς τῶν εἰδώλων λατρεί- αις ἐμβεβληκότες. τοῦτο καὶ αὐτοὶ μετὰ τῶν ἄλλων ἠῤῥω- στηκότες οἱ Ἰδουμαῖοι, μέλλοντος ἤδη τοῦ πολέμου περιαγ- γέλλεσθαι, κατεσκέπτοντο μὲν τῶν ἐκβησομένων τὸ πέρας· συναγείροντες δὲ τοὺς ἔν γε δὴ τούτοις σοφοὺς, ἀπαγγέλλειν ἐκέλευον, ὅποι ποτὲ ἄρα βαδιεῖται αὐτοῖς τὰ τοῦ πολέμου. οἱ δὲ, κατὰ τὸ εἰκὸς, κατεμαντεύοντο αὐτοῖς τὸ νικᾶν, ἀλλ' ἥλωσαν καὶ πεπτώκασι, διαμαρτούσης αὐτοῖς τῆς τέχνης· ἠλέγχοντο δὲ καὶ ἀσύνετοι παντελῶς ψευδοεποῦντες οἱ δεί- λαιοι. ὅτι δὲ καίτοι πάλαι θρασεῖς ὄντες οἱ ἐκ Θαιμὰν, αὐτοὶ δὴ πάλιν οἱ Ἰδουμαῖοι ἄνανδροι ἔσονται καὶ περιδεεῖς, κατε- 1.553 σήμῃνε προσθεὶς ὅτι πτοηθήσονται οἱ μαχηταί σου οἱ ἐκ Θαι- μὰν, ὅπως ἐξαρῇ ἄνθρωπος ἐξ ὄρους Ἡσαῦ, τουτέστιν, ἄχρις ἂν ἀπόλοιντο μέχρι καὶ ἑνὸς τῶν ἐκ τῆς Ἰδουμαίας. καθί- στησι γοῦν ἐναργῆ τὴν αἰτίαν τῆς ἐπενηνεγμένης συμφορᾶς, ὅτι διὰ τὴν σφαγὴν καὶ τὴν ἀσέβειαν τὴν εἰς τὸν ἀδελφόν σου. ἐπειδὴ γὰρ ἀνῄρηκας, φησὶ, τὸν ἐξ αἵματος ἐγγὺς κατὰ ἀγχιστείαν, τουτέστι, τὸν Ἰακὼβ, ἤτοι τοὺς ἐξ Ἰακὼβ, δα- πανηθήσῃ πολέμῳ, καὶ εἰσάπαν ἔσῃ κατεφθαρμένος, αἰσχύνης τε ἔμπλεως καὶ ἐντροπῆς. ὅτι δὲ καὶ ἀναπόβλητον ἕξουσι τὸ συμβεβηκὸς, καὶ ταῖς οὕτω δειναῖς ἐναπομενοῦσι συμ- φοραῖς, διαμεμήνυκεν εἰπών Καὶ ἐξαρθήσῃ εἰς τὸν αἰῶνα. ἐν δὲ τῷ Ἀφ' ἧς ἡμέρας, ὑπομιμνήσκει τοῦ καιροῦ, καθ' ὃν τῶν Βαβυλωνίων ᾑρηκότων τὴν Ἰουδαίαν, καὶ διαρπαζόντων τὰ ἐν αὐτῇ, καὶ κλήρῳ λαχόντων τὰ ἐκ τῆς Ἱερουσαλὴμ συνα- γηγερμένα, αὐτοὶ τοὺς φεύγοντας λοχῶντες ἀπέσφαττον, καὶ οἱονεὶ συνειργάζοντο τοῖς ἀλλογενέσι καὶ τοῖς τοὺς ἐξ Ἰακὼβ ἀποφέρουσιν εἰς αἰχμαλωσίαν. ἥλωσαν δὴ οὖν ταῖς τῶν ἀδελφῶν συμφοραῖς ἐπιθρώσκοντες, καὶ ὀλίγα τοῖς Βαβυλωνίοις παραχωροῦντες εἰς ἀγριότητα. 9Καὶ μὴ ἐπίδῃς ἡμέραν ἀδελφοῦ σου ἐν ἡμέρᾳ ἀλλοτρίων, καὶ μὴ ἐπιχαρῇς ἐπὶ τοὺς υἱοὺς Ἰούδα ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως, μηδὲ εἰσέλθῃς εἰς πύλας λαῶν ἐν ἡμέρᾳ πόνων αὐτῶν· μηδὲ ἐπίδῃς καὶ σὺ τὴν συν- αγωγὴν αὐτῶν ἐν ἡμέρᾳ ὀλέθρου αὐτῶν, μηδὲ συνεπιθῇ ἐπὶ τὴν δύναμιν αὐτῶν ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν· μὴ ἐπιστῆς ἐπὶ τὰς διεκβολὰς αὐτῶν, τοῦ ἐξολοθρεῦσαι τοὺς ἀνασωζομένους αὐτῶν, μηδὲ συγκλείσῃς τοὺς φεύγοντας ἐξ αὐτῶν ἐν ἡμέρᾳ θλίψεως.9 1.554 Ἀπαριθμεῖται δὴ πάλιν τὰ τῶν Ἰδουμαίων ἐγκλήματα, σκληροὺς 218 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ ἀφιλοικτίρμονας γεγονότας δεικνύων. ἐσχη- μάτισται δὲ ὁ λόγος, οἱονεὶ πληττομένοις τε ἤδη καὶ αἰκι- ζομένοις, ἐπιφωνοῦντος Θεοῦ καὶ τὸν τῆς ἁμαρτίας τρόπον κατονειδίζοντος. τὸ δὲ ἐπιδεῖν ἐστι τὸ ἐπιγελᾶσαί τε καὶ ἐφησθῆναι κάμνουσιν ἀδελφοῖς, καὶ θυμηδίας ἀφορμὴν τὰς τῶν ἑτέρων ποιεῖσθαι συμφορὰς, καίτοι τῆς θείας λεγούσης γραφῆς, μὴ δεῖν ὅλως ἐπιμειδιᾶν τοῖς κάμνουσιν. ἐν δὲ καὶ τῷ μὴ ἐπιχαρῇς καὶ τοῖς λοιποῖς, ἀπαριθμεῖται δὴ πάλιν τὰ τοῦ Ἰδουμαίου ἐγκλήματα, σκληρὸν καὶ ἀφιλοικτίρμονα γε- γονότα δεικνύων, καὶ τοῦτο εἰς ἀδελφούς. μὴ γὰρ δή φησιν ἐν ἴσῳ τοῖς Ἀσσυρίοις εἴσω καὶ αὐτὸς ἐπείγου πυλῶν, οὐ χεῖρα τὴν ἐπαμύνουσαν εἰσφέρων, ὡς ἀδελφοῖς, καταδῃώσων δὲ μᾶλλον. καὶ μὴ ἐπίδῃς συναγωγὴν ἀθλίως ὀλοθρευομένην· μήτε μὴν ἐπιφορτίσῃς τοῖς παρὰ σοῦ σφόδρα κατηχθισμέ- νοις· μήτε μὴν τοῖς φεύγουσιν ἔσο πάγη, τηρῶν τὰς διεκ- βολὰς καὶ βρόχους ἱστὰς, ὡς ἂν μηδεὶς ἀνασώζοιτο ταῖς σαῖς ἐναλοὺς ἀφιλοστοργίαις, κἂν εἰ τὸ τῶν δυσμενῶν δια- δράμῃ ξίφος. πανταχῆ δὲ ὁ λόγος τῆς Ἰδουμαίων ἀπανθρω- πίας κατηγορεῖ, ἵνα δὴ πάλιν ὅσιόν τε καὶ ἀνεπίληπτον ἀληθῶς τὸ θεῖον ὁρῷτο κρῖμα, κολαζομένων ἐν δίκῃ τῶν ἐκεῖνα πεπλημμεληκότων. 9∆ιότι ἐγγὺς ἡ ἡμέρα τοῦ Κυρίου ἐπὶ πάντα τὰ ἔθνη· ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθή- σεταί σοι εἰς κεφαλήν σου. διότι ὃν τρόπον ἔπιες ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου, πίονται πάντα τὰ ἔθνη οἶνον, πίονται καὶ κατα- βήσονται, καὶ ἔσονται καθὼς οὐχ ὑπάρχοντες· ἐν δὲ τῷ ὄρει Σιὼν ἔσται ἡ σωτηρία, καὶ ἔσται ἅγιον.9 1.555 Προαναφωνεῖ πάλιν τὸν τοῦ πολέμου καιρὸν, καθ' ὃν ἐν κοιλάδι τῇ τοῦ Ἰωσαφὰτ συναγηγερμένα τοῖς Ἰδουμαίοις ὁμοῦ καὶ τὰ πρόσοικα τῶν ἔθνων πικρὰς ἐξῄτηνται δίκας. ἡμέραν δὲ αὐτὴν ὀνομάζει Κυρίου. Θεὸς γὰρ ἦν ὁ παραδιδοὺς τοῖς ἐξ Ἰσραὴλ τοὺς ἀνοσίως ἠδικηκότας· ὅτι δὲ ὁσίῳ κρίματι κολασθήσονται, διατρανοῖ λέγων Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. ταλαντεύει γὰρ ἡ θεία φύσις τὰ ἑκάστου πταί- σματα, καὶ ἰσοπαλῆ πάντως ἀντεπάγει τὴν δίκην, οἷς ἂν ἕκαστος ἁλίσκοιτο πεπλημμεληκώς. ἐν δὲ τῷ διότι ὃν τρόπον ἔπιες, τοιόνδε τι παραδηλοῖ· ἔθος που τάχα τοῖς κρατήσασι τῶν ἐχθρῶν, καταλαζονεύεσθαι μὲν τῶν κεκρατημένων, ἑορ- τὰς δὲ καὶ πότους ἐπιτελεῖν, καὶ δὴ καὶ ἐπινικίους καταλαλά- ζειν φωνὰς καὶ τὰ μέθης ἔργα πληροῦν. ὡς οὖν ἐπετώθασας, φησὶ, καὶ κατεσκίρτησας τῶν ἐξ Ἰσραὴλ, πίνων τε καὶ κατορχούμενος, καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ἀδελφῶν ποιούμενος συμφορὰς, οὕτω πίονται καὶ κατορχήσονταί σου πάντα τὰ ἔθνη· καὶ καταβήσονται μὲν κατὰ σοῦ, τουτέστι, τῆς σῆς καταδραμοῦνται χώρας. καταλογισθήσῃ δὲ καὶ αὐτὸς ἐν τοῖς οὐχ ὑπάρχουσιν. ὀλοθρευθήσῃ γὰρ οὕτως, ὡς δοκεῖν ἤδη πως μηδ' ὑπάρξαι ποτέ. ὄρος δὲ Σιὼν τὴν Ἐκκλησίαν ἡ θεόπνευστος ὀνομάζει γραφή· ὑψηλὴ γὰρ ὄντω
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.