Commentary on the Twelve Prophets · §zechariah-t2-rem-close

Zechariah Tomos 2 rem close CLOSEOUT

Rem CLOSEOUT: Zechariah Tomos 2 CLOSEOUT.

Greek

414 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. οὐκοῦν τεθεμελίωται μὲν ὥσπερ ὁ οἶκος διὰ Χριστοῦ· καθῄρηται δὲ μεταξύ. καὶ γοῦν ὁ προφήτης 2.340 Ἱερεμίας ὡς πεπτωκότα τε καὶ σεσεισμένον κατωλοφύρετο λέγων "Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν ὁ ἀναστήσων αὐ- "τόν·" ἐπειδὴ γὰρ πεπαρῳνήκασιν εἰς Χριστὸν, πέπτωκε διὰ τοῦτο καὶ οὐκ ἦν ἔτι λοιπὸν ὁ ἀναστήσων αὐτόν· πλὴν ἐγήγερται διὰ Χριστοῦ, καὶ μετεσκευάσθη πρὸς τὸ ἄμεινον, εἰσκεκομισμένων ἐν αὐτῷ τῶν ἐθνῶν, καὶ ἀναδειχθείσης ἐν κόσμῳ τῆς Ἐκκλησίας, "ἥτις ἐστὶν οἶκος Θεοῦ ζῶντος," ἧς τοῦ κάλλους γέγονεν ἐραστὴς ὁ τῶν ὅλων Κύριος καὶ Θεός. ὅτι γὰρ ἀσυγκρίτως ἀμείνων παρὰ τὸν πρῶτον ὁ ἐν ἐσχάτοις καιροῖς ἐγηγερμένος νεὼς, τουτέστιν ἡ Ἐκκλησία, πεπλη- ροφόρηκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου "Τίς "ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ "δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν "νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν;" καὶ μεθ' ἕτερα "∆ιότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη "ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ." ἀλλ' ὅτι μὲν ἱστορικῶς τὰ τοιάδε νοεῖν ἀπόπληκτον, οὐκ ἂν ἐνδοιάσειέ τις, ἐννενοηκὼς, ὅτι πῶς ἂν νοοῖτο προφερεστέρα τῆς πρώ- τῆς, ἡ ἐν ἐσχάτοις δόξα τοῦ θείου ναοῦ, εἴπερ ἐκεῖνον μὲν κατεπίμπρα καὶ διήρπασεν ὁ Βαβυλώνιος Ναβουχοδονόσορ· τὸν δὲ μετ' ἐκεῖνον ἐγηγερμένον μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν, οὐδὲν ἧττον Ῥωμαῖοι κατεπίμπρασαν, συγκαταδῃώ- σαντες αὐτῷ καὶ αὐτὰ τὰ Ἱεροσόλυμα, καὶ ἅπασαν δὲ τὴν Ἰουδαίων χώραν. οὐκοῦν οὐκ ἀπόχρη πρὸς ἀλήθειαν ἡ τῆς ἱστορίας ἀπόδοσις· ἀμείνων δὲ καὶ προφερεστέρα τῆς πρώ- της ἡ τελευταία δόξα, παραληφθείσης τῆς Ἐκκλησίας "εἰς "ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι." ἐποικοδομούμεθα γὰρ "ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων 2.341 "καὶ προφητῶν," "διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ' "ἐνέργειαν ἑκάστου μέλους συναρμολογούμενοι" τε καὶ συν- τιθέμενοι, καὶ οἱονεί πως ἀλλήλοις συμβαίνοντες ὡς ἑνότητι πίστεως καὶ ἀγάπης διὰ τοῦ Πνεύματος εἰς ναὸν ἅγιον. λίθοι γάρ ἐσμεν ζῶντες. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὴν τῶν πεπιστευκότων πληθὺν, ποτὲ μὲν "Θεοῦ γεώργιον," ποτὲ δὲ δὴ αὖ καὶ οἰκοδομὴν ὠνόμαζε Θεοῦ· καὶ "ὡς σοφὸς ἀρχι- "τέκτων θεμέλιον" ἔθηκεν· οὗτος δέ ἐστιν Ἰησοῦς ὁ Χριστός· ᾧ δὴ πάντες ἐπερηρείσμεθα, δι' οὗ καὶ ἑστήκαμεν, καὶ ναοὶ χρηματίζομεν, αὐτὸν ἔχοντες εἰς νοῦν καὶ καρδίαν ἐνῳκηκότα τε καὶ ἐνηυλισμένον διὰ τοῦ Πνεύματος. 9∆ιότι τίς ἐξουδένωσεν εἰς ἡμέρας μικράς; καὶ χαρήσονται καὶ ὄψονται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ· ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν.9 Οὐ περὶ τῶν εὐθὺς ἐσομένων ἡ ὅρασις, ἐνεχθησομένων δὲ μᾶλλον εἰς πέρας, ὡς ἐν καιροῖς τῆς ἐπιδημίας τοῦ πάν- των ἡμῶν Σωτῆρος Χριστοῦ, ἣ γέγονε μὲν ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς· πλὴν οὔ τι που πολλοῖς μετὰ ταῦτα χρόνοις τῆς προκειμένης ἡμῖν προφητείας, ἤτοι τῆς οἰκοδομῆς τοῦ ναοῦ τοῦ διὰ χειρὸς Ζοροβάβελ ἐγηγερμένου. εἴ τις οὖν ἄρα, φησὶν, ἐξουδενώσειε τὰς μεταξὺ μικρὰς καὶ εὐαριθμήτους ἡμέρας, καὶ βραχείαν ἡγήσαιτο τὴν ἀνάβλησιν, οὐκ ἀκη- διάσας πρὸς τοῦτο, πάντη τε καὶ πάντως ἁπάσης ἔσται θυμηδίας ἔμπλεως. χαρήσεται γὰρ καὶ ὄψεται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. κασσιτέρινον δὲ λίθον ὠνόμασε 2.342 τὸν Χριστόν. κἂν εἴ τις βούλοιτο τὴν αἰτίαν ἀναμαθεῖν, φαίην ἂν εὐθὺς τὰ δοκοῦντά τισι, καὶ παρ' ἡμῖν αὐτοῖς ὀρθῶς ἔχειν ὑπειλημμένα. οἱ μὲν γάρ φασι τὸν κασσίτερον ἀπό τε χαλκοῦ καὶ μολίβου τὴν σύγκρασιν ἔχειν· ταύτης τε ἕνεκα τῆς αἰτίας οὔτε τοῦ εἶναι σκληρὸν ἀπηλλάχθαι παν- τελῶς, οὔτε μὴν ἀνήνασθαι τὸ καὶ ἔχειν μαλθακῶς· συντί- θεμεν δὲ καὶ ἡμεῖς κατὰ τοιόνδε τινὰ τρόπον τὸν Ἐμμανουὴλ ἔκ τε τῆς ἀθραύστου θεότητος, καὶ ἐκ τῆς οἱονείπως εὐπαθοῦς ἀνθρωπότητος. ἰστέον δὲ ὅτι καὶ τὸν ἀδάμαντα λίθον μολίβῳ φασὶν εὐκόλως συνθραύεσθαι, καίτοι τοῦτο παθεῖν δι' ἑτέρας ὕλης οὐκ ἀνεχόμενον. φαμὲν οὖν, ὅτι καίτοι χρηστὸς ὢν ἄγαν καὶ 415 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. παναλκὴς ὁ Χριστὸς, καὶ τὸ ἀπηνὲς οὐκ ἔχων ὡς Θεὸς, οἷον ἀδάμαντά τινα συνθραύει τὸν σατανᾶν, περὶ οὗ γέγραπται "Ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε "δὲ ὥσπερ ἄκμων ἀνήλατος." δοκεῖ γεμὴν καὶ ἑτέροις τὸν κασσίτερον, εἴτ' οὖν ἁπλῶς τὸν μόλιβον εἰς ἀποκάθαρσιν τὴν διὰ πυρὸς τῆς ἑτέρας ὕλης ἀναγκαίως παραλαμβάνεσθαι, μάλιστα δὲ τοῖς τὰ ἐξ ἀργύρου τεχνουργεῖν εἰωθόσι τὸ χρῆμά ἐστι χρήσιμόν τε καὶ ἀναγκαῖον. καὶ γοῦν ἔφη που Θεὸς διὰ φωνῆς Ἱερεμίου πάλιν αὐτὸ δὴ τοῦτο δηλῶν αἰνιγματω- δῶς "Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος, εἰς "κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτά- "κησαν." Κασσιτέρῳ τοίνυν, ἤγουν μολίβῳ, παρεικάζει Χριστὸν, ὡς ἐκτήκοντα τοὺς ῥύπους, ὡς ἀπαλλάττοντα τῶν περιττῶν, ὡς ἀποκαθαίροντα νοητῶς. εἰ δή τις οὖν ἄρα κατευμεγεθήσειε, φησὶ, τῆς τῶν μεταξὺ καιρῶν εἰσβολῆς, καὶ οὐδὲν ἡγήσοιτο 2.343 τὰς διὰ μέσου μικρὰς ἡμέρας, χαρήσεται μὲν καὶ ὄψεται τὸν λίθον τὸν κασσιτέρινον ἐν χειρὶ Ζοροβάβελ. καὶ τί δὴ ἄρα ἐστὶ τό ἐν χειρὶ Ζοροβάβελ; ἡ θεόπνευστος γραφὴ τὴν χεῖρα δέχεται καὶ εἰς δύναμιν καὶ εἰς ἐξουσίαν. ἐν δυνάμει δὴ οὖν ἤγουν καὶ ἐν ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ τουτέστι Χριστοῦ, ὄψεται τὸν λίθον τὸν κασσιτέρινον. Ζοροβάβελ μὲν γὰρ, ὡς ἔφην, ἐκ φυλῆς ὢν Ἰούδα βεβασίλευκε ἐπὶ τὸν Ἰσραήλ. κατὰ τὸν ἴσον δὲ τρόπον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐξέφυ μὲν αἵματος καὶ φυλῆς τῆς Ἰούδα τὸ κατὰ σάρκα, βεβασίλευκε δὲ καὶ αὐτὸς ἐπὶ τὸν Ἰσραὴλ, οὐκ ἐν τάξει τῇ καθ' ἡμᾶς, ἤγουν μετρητὴν καὶ χρόνῳ πεπερασ- μένην τὴν βασιλείαν ἔχων, ἀλλ' ὡς Θεὸς ἀληθῶς καὶ εἰς ἀπεράντους αἰῶνας ἐκτεινομένην. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳ περὶ αὐτοῦ, ὅτι καὶ τέξεται υἱὸν, καὶ καλέσει τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. προσ- επαγαγὼν δὲ, ὅτι "Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν "θρόνον ∆αυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ βασιλεύσει ἐπὶ τὸν "οἶκον Ἰσραὴλ εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ "οὐκ ἔσται τέλος." ἐν χειρὶ δὴ οὖν Ζοροβάβελ, τουτέστιν, ὡς ἐν δυνάμει τε καὶ ἐξουσίᾳ τῇ τοῦ Ζοροβάβελ ὀφθήσεται κατὰ καιροὺς ὁ λίθος ὁ κασσιτέρινος. ἐπιφέρει δὲ τούτοις εὐθὺς τῆς προφητείας ὁ λόγος Ἑπτὰ οὗτοι ὀφθαλμοὶ Κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν. καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; ἢ γὰρ τοὺς ἑπτὰ λύχνους, οὓς τεθέαται σὺν τῷ λαμπαδίῳ, κέκληκεν ὀφθαλμοὺς Κυρίου, ἵνα νοῶμεν τοὺς ἁγίους, δι' ὧν ἡ σύμπασα καταφωτίζεται γῆ, καὶ ἐπισκοπῆς ἀξιωθεῖσα φαίνεται τῆς παρὰ Θεοῦ· ἤγουν ἐκεῖνο οἶμαί που κατασημαίνειν ἐροῦμεν, ὡς οὐκ ἂν ἀμελήσειε τῶν ἰδίων 2.344 κτισμάτων ὁ τῶν ὅλων Θεὸς καὶ Πατήρ· ἀλλ' οἷον πολλοῖς τε καὶ ἀύπνοις ὄμμασι τὰ πάντα περιαθρῶν, χαριεῖται τοῖς ἐπὶ τῆς γῆς τὸν λίθον τὸν κασσιτέρινον, τουτέστι Χριστὸν, δι' οὗ γέγονεν εἰς ἡμᾶς καὶ ὁ τῆς ἐπισκέψεως, ἤγουν ὁ τῆς ἐπι- βλέψεως τρόπος. "Ἐπεσκέψατο γὰρ ἡμᾶς ἀνατολὴ ἐξ "ὕψους," κατὰ τὸ γεγραμμένον. καὶ εἴπερ ἐσμέν "σῶμα "Χριστοῦ καὶ μέλη ἐκ μέρους," οὐδὲν οἶμαι τὸ ἀπεικὸς, ἐν ὀφθαλμῶν τάξει τοὺς ἁγί

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.