Commentary on the Twelve Prophets · §zechariah-t3-open

Twelve Prophets Zechariah Tomos 3 opening

Zechariah Tomos 3.

Zechariah Tomos 3: lampstand and olive trees; Branch and stone.

Greek

ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΤΡΙΤΟΣ. Καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει ἐπὶ ∆αρείου τοῦ βασιλέως ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν, τετράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστι Χασελεῦ· καὶ ἐξαπέστειλεν εἰς Βαιθὴλ Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασιλεὺς καὶ οἱ ἄνδρες αὐτοῦ τοῦ ἐξιλάσασθαι τὸν Κύριον, λέγων πρὸς τοὺς ἱερεῖς τοὺς ἐν τῷ οἴκῳ Κυρίου παν- τοκράτορος καὶ πρὸς τοὺς προφήτας λέγων Εἰ εἰσελήλυθεν ὧδε ἐν τῷ μηνὶ τῷ πέμπτῳ τὸ ἁγίασμα, καθότι ἐποίησαν ἤδη ἱκανὰ ἔτη.9 Μετὰ τὴν τῶν ὁράσεων ἐπίδειξιν ἕτεροι παρὰ Θεοῦ γεγό- νασι λόγοι, μικροῦ μεταξὺ διιππεύσαντος χρόνου. πρὸ μὲν γὰρ τῶν ὁράσεων γέγραπται ὅτι "Τῇ τετράδι καὶ εἰκάδι ἐν "τῷ ἑνδεκάτῳ μηνί· οὗτός ἐστιν ὁ μὴν σαβάτ· ἐν τῷ "δευτέρῳ ἔτει ἐπὶ ∆αρείου ἐγένετο λόγος Κυρίου πρὸς "Ζαχαρίαν τὸν τοῦ Βαραχίου υἱὸν Ἀδδὼ τὸν Προφήτην, "λέγων·" ἐν δέ γε τοῖς προκειμένοις ἡμῖν θεωρήμασιν ἕτερος 2.371 μετ' ἐκεῖνον ὁρίζεται χρόνος· Ἐν γὰρ τῷ τετάρτῳ ἔτει τῇ τε- τράδι τοῦ μηνὸς τοῦ ἐνάτου ὅς ἐστι Χασαλεύ· κατὰ τὴν Ἑβραίων φωνὴν δηλονότι· μεταπεφοίτηκε τῷ Προφήτῃ τῆς θεοπτίας ὁ τρόπος. τίς δὲ ἡ πρόφασις, ἡ τῆς ἱστορίας ἀφή- γησις εὖ μάλα σαφηνιεῖ. συνεῖεν γὰρ οὐχ ἑτέρως τινὲς πλὴν ὅτι κατὰ τουτονὶ τὸν τρόπον τῶν προκειμένων τὸν νοῦν. τίνες γὰρ ὅλως ὅ τε Σαρασὰρ καὶ Ἀρβεσεὲρ ὁ βασι- λεὺς καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ, πῶς οὐκ ἀναγκαῖον καὶ πρό γε τῶν ἄλλων ἀναμαθεῖν; τί δὲ τὸ ἁγίασμα τὸ ἐν τῷ πέμπτῳ μηνί· καὶ μὴν καὶ αὐτὸς ὁ τῆς ἐρωτήσεως τρό- πος, ὅποι ποτὲ βλέπει, καὶ τίς ἂν γένοιτο τῶν ἐρομένων ὁ σκοπός. Βασιλεύοντος τοίνυν Ὠσηὲ τοῦ υἱοῦ Ἠλᾶ τῶν δέκα φυ-λῶν τῶν ἐν τῇ Σαμαρείᾳ, καὶ πολὺ διανενευκότος εἰς ἀπό- στασιν· λελάτρευκε γὰρ εἰδώλοις· παρωξύνετο Θεὸς ἐπὶ τὸν Ἰσραήλ. εἶτα κατεστράτευσε τῆς χώρας ὁ Σαλμανασὰρ βασιλεὺς Ἀσσυρίων, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε μὲν τὸν Ἰσραὴλ, παρεσκεύασε δέ τινας τῶν ἐκ τῆς Χαλ- δαίων χώρας κατοικῆσαι τὴν γῆν, ἵνα δὴ γένοιτο Περσῶν, ὡς ἐκεῖθεν ἔχουσα λοιπὸν τοὺς οἰκήτορας. ἔχεις τὴν ἱστορίαν ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν. γέγραπται γὰρ οὕτως "Ἐν "ἔτει δωδεκάτῳ Ἄχαζ βασιλέως Ἰούδα ἐβασίλευσεν Ὠσηὲ"υἱὸς Ἠλὰ ἐν Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη, καὶ ἐποίησε "τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς 426 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. "̓Ισραὴλ οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ· ἐπ' αὐτὸν ἀνέβη Σαλ- "μανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ "δοῦλος." καὶ μεθ' ἕτερα πάλιν "Καὶ ἀπῳκίσθη Ἰσραὴλ "ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας "ταύτης. καὶ ἤγαγε βασιλεὺς Ἀσσυρίων ἐκ Βαβυλῶνος 2.372 "τὸν ἐκ Χουνθὰ καὶ ἀπὸ Ἀϊὰ καὶ ἀπὸ Αἰμὰθ καὶ Σεπφα- "ρουαῒμ, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας ἀντὶ "τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν καὶ "κατῴκησαν ἐν ταῖς πολέσιν αὐτῆς." οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν, κατῳκηκότες γῆν καὶ τέκνων τάχα που γεγόνασι πατέρες καὶ τοῖς Ἰουδαίων ἔθεσι προσνε- νεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατοῤῥωδήσαντες· ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ Ἀρβεσεὲρ, ὃς καὶ ὠνό- μασται βασιλεὺς, διάτοι τὸ καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν. Καὶ ταῦτα μὲν περὶ τῶν ἀνδρῶν· περὶ δέ γε τοῦ ἁγιάσματος, φέρε δὴ πάλιν τὰ εἰκότα λέγωμεν. οὐκοῦν πρὶν ἁλῶναι τὴν Ἰουδαίαν παρὰ τοῦ Ναβουχοδονόσορ, ὁ μακάριος προφήτης Ἰωὴλ προανακεκράγει τὸ συμβησόμενον, καὶ δὴ καὶ πενθεῖν τοῖς ἱερεῦσι παρεκελεύετο, καὶ προσέτι καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, ὡς ὅσον οὐδέπω τῆς μὲν Ἱερουσαλὴμ ὑπὸ πόδας ἐσομένης ἐχθρῶν, κατεμπρησθησομένου δὲ καὶ αὐτοῦ τοῦ θείου ναοῦ. ἔφη δὲ οὕτως "Περιζώσασθε καὶ κόπτεσθε "οἱ ἱερεῖς, θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσ- "έλθατε ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες τῷ Θεῷ, ὅτι "ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ἡμῶν θυσία καὶ σπονδή. ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.