Commentary on the Twelve Prophets · §zechariah-t3-rem-close

Zechariah Tomos 3 rem close CLOSEOUT

Rem CLOSEOUT: Zechariah Tomos 3 CLOSEOUT.

Greek

430 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. λατρεύουσα· παραδεξαμένη δὲ μᾶλλον τὴν ἀλήθειαν, ὅς ἐστι Χριστὸς, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ πληροῦσα προσκύνησιν. 9Τάδε λέγει Κύριος παντοκράτωρ Ἔτι καθίσονται πρεσβύτεροι καὶ πρεσβύτεραι ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ἕκαστος τὴν ῥάβδον αὐτοῦ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ ἀπὸ πλήθους ἡμερῶν· καὶ αἱ πλατεῖαι τῆς πόλεως πλησθήσονται παιδαρίων καὶ κορασίων παιζόντων ἐν ταῖς πλατείαις αὐτῆς.9 ∆απανήσαντος τοῦ πολέμου τὸ τῶν Ἰουδαίων ἔθνος, συμ- βέβηκεν ἀναγκαίως κενὰς τῶν κατῳκηκότων τὰς παρ' αὐτῶν γενέσθαι πόλεις, οἴκους τε κατεῤῥιμμένους ὁρᾶν καὶ τῶν ἐν αὐταῖς κατασκευασμάτων τὰ κάλλη. ἀλλ' ἰδοὺ τριπόθητον αὐτοῖς καὶ μακρὰν εἰρήνην χαριεῖσθαι κατεπαγγέλλεται, ἣν, καὶ μάλα ὀρθῶς, Ἑλλήνων παῖδες ὀνομάζουσι κουροτρόφον. τοὺς μὲν γὰρ τικτομένους ἀνακομίζει πρὸς ἥβην, τοῖς δὲ ἤδη 2.383 γεγονόσι νέοις ἁπλοῖ τρόπον τινὰ καὶ τὴν εἰς γῆρας ὁδὸν, καταδῃοῦντος οὐδενὸς, οὐ πολέμου συντρίβοντος, οὐ δα- πανώσης μάχης. ὑποτοπητέον δὴ οὖν, καὶ μάλα ὀρθῶς, ὡς ἐν εἰρήνῃ τὰς πόλεις, κἂν εὐρεῖαί τε εἴεν καὶ μακραὶ, στενὰς ἀποφαίνεσθαι καὶ ἡττῆσθαι τῷ πλήθει τῶν κατῳκηκότων. τοιοῦτόν τινα νοῦν ὠδίνει πάλιν ἡμῖν τὸ προκείμενον. ἔφη γὰρ ὅτι καθεδοῦνται μὲν πρεσβύτεροι καὶ πρεσβύτιδες ἐν ταῖς πλατείαις Ἱερουσαλὴμ, ῥάβδῳ μόλις τὸ ἐκ τοῦ γήρως ἄναλκι μετρίως παραμυθούμενοι, καὶ βακτηρίαν ἔχοντες γεροντα- γωγόν· ἔπαινος δὲ τὸ χρῆμά ἐστι καιρῶν ἀπολέμων καὶ βαθείας εἰρήνης, ἀνακομιζούσης, ὡς ἔφην, εἰς ἥβην τὰ βρέφη, πεμπούσης δὲ καὶ εἰς γῆρας τοὺς ἤδη τελοῦντας ἐν ἀνδράσι, καὶ τὸν τῆς ζωῆς ἅπαντα χρόνον ἀμαχεὶ παραθέοντας. εἰ δὲ δὴ μέλλοιεν ὀρχεῖσθαι μὲν ἐν ἄστει μειράκια, κόριά τε χορεύειν ἐν μέσαις πλατείαις, ἔχοι ἂν καὶ τοῦτο σαφῆ τὴν ἀπόδειξιν τοῦ μηδεμίαν αὐτῶν φροντίδα κατηρτῆσθαι πικράν. οὐ γὰρ ἂν ἠνέσχοντο παιζόντων τινῶν, εἰ κατηφείας ἦν ὁ καιρός. Γέγονε δὲ καὶ ἡμῖν αὐτοῖς εἰρήνη Χριστὸς, ὃς καὶ πάντα συντρίψας πόλεμον, μεστὴν ἀπέφηνε τῶν ἁγίων τὴν Ἐκκλη- σίαν. καὶ πολιοὶ μὲν τὰς φρένας ἐν αὐτῇ, μύριοί τε ὅσοι καὶ ἐξαίρετοι, οἷς καὶ ὁ σοφὸς Ἰωάννης ἐπιστέλλει λέγων " Εγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ' ἀρχῆς·" παῖδες δὲ ὥσπερ ἄνηβοι καὶ κόρια μικρὰ τῶν ἄρτι πεπι- στευκότων ἡ νηπιωτέρα πληθὺς, μονονουχὶ τοῖς πνευμα- τικοῖς σκιρτήμασι τὴν ἁγίαν ὄντως κατακαλλύνουσι πόλιν, 2.384 τουτέστι τὴν Ἐκκλησίαν· οἷς καὶ τὸ λέγειν ἁρμόσειεν ἄν "∆εῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ "τῷ Σωτῆρι ἡμῶν." εἰ δὲ δὴ λέγοιντο καὶ ἐπερείδεσθαι ῥάβδῳ τυχὸν οἱ πρεσβύται, περινοήσεις ὅτι καὶ μικροὺς καὶ μεγάλους στηρίζει Χριστὸς, ἡ ῥάβδος ἡ ἐξ Ἰεσσαὶ, καὶ ἡ τῆς δυνάμεως ὠνομασμένη, ἣν ἐκ τῆς ἄνω Σιὼν πέπομφεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ὡς χαίροντας ἡμᾶς ἐπὶ τούτῳ λέγειν "Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου αὗταί με "παρεκάλεσαν." 9Τάδε λέγει Κύριος παντοκράτωρ Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιον μοῦ ἀδυνατήσει; λέγει Κύριος παντοκράτωρ.9 Τὰ μεγάλα καὶ ὑπερφυῆ τῶν πραγμάτων δέχεταί πως ἐφ' ἑαυτοῖς τὸ ἀπιστεῖσθαι φιλεῖν, καὶ οὐκ ἀθαύμαστον ἔχει τὴν εἰς πέρας διεκδρομήν. καὶ γοῦν ἡ Σάῤῥα διαγελᾷ μὲν ἐξ ἀπιστίας τὴν ἐπί γε τῷ Ἰσαὰκ ὑπόσχεσιν, εἰς γῆρας ὁρῶσα, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ἀντιτιθεῖσα τὸ ἀμήχανον. πλὴν ἐκτέτοκε παρ' ἐλπίδα, βάσιμον αὐτῇ τὸ χρῆμα τιθέντος Θεοῦ. ἦν οὖν ἄρα καὶ σφόδρα εἰκὸς κατα- δονεῖσθαι ταῖς διψυχίαις τοὺς ἐκ τῆς αἰχμαλωσίας λελυτρω- μένους, καὶ οὐ σφόδρα θαῤῥεῖν, ὡς εἰς τοσαύτην αὐτοῖς εὐημερίας βαδιεῖται τὰ πράγματα, ὡς ἀνάμεστον μὲν γε- νέσθαι τὴν Ἱερουσαλὴμ τῶν γεγηρακότων, καὶ παίδων ὁρᾶσθαι χοροὺς ἐν αὐτῇ καὶ κορασίων ὀρχήματα, καὶ τὰ ἐκ βαθείας εἰρήνης ὑπάρξειν ἀγαθά. κατεθεῶντο γὰρ δὴ 2.385 τείχη κατεῤῥιμμένα, οἰκίας ἐμπεπρησμένας, ἁπάσας δὲ τὰς ἐν κύκλῳ πόλεις θηρῶν ἀγρίων ἐνδιαιτήματα, διάτοι τὸ κεκενῶσθαι παντελῶς τῶν κατοικούντων αὐτάς· καὶ ἀγροὺς μὲν τοὺς πάλαι παμφόρους τε καὶ εὐανθεῖς 431 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀκάνθης μεστοὺς, οὐδὲν ἔχοντας τῶν ὡρίμων, διολωλὸς δὲ εἰς ἅπαν τῶν ἀγροίκων τὸ γένος. ἦν οὖν, ὡς ἔφην, ἐντεῦθεν ἀπιστεῖν εἰκὸς, ὡς εἰς πέρας αὐτοῖς ἐκβήσεται τὰ ἐπηγγελμένα. ταύ- τῃτοι Θεὸς διψυχεῖν οὐκ ἐᾷ· θαρσεῖν δὲ κελεύει καὶ ἐμπεδοῖ λέγων Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει λέγει Κύριος Παντοκράτωρ; ὃ γάρ ἐστιν ἐν ἡμῖν ἀμήχανον, εὐ- κατόρθωτον κομιδὴ τῷ πάντα ἰσχύοντι Θεῷ. ἔστι γὰρ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, θελήσει πληρῶν καὶ τὰ λίαν ὑπερφυῆ, καὶ εἰς πέρας ἄγων ἀμελλητὶ τὸ δοκοῦν. Ἔφη δέ που πρὸς Ἰουδαίους ὁ Θεὸς καὶ Πατὴρ τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας προαναφωνῶν κατορθώματα " Ιδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε καὶ ἀφανίσθητε, "ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν ἔργον ὃ οὐ "μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν." ὅσον μὲν γὰρ ἧκεν εἰς λόγους τοὺς ἐν ἡμῖν, ὑπὲρ θαῦμα καὶ λόγον καὶ αὐτὸ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον· οὐδὲν δὲ ἧττον καὶ τὰ ἐντεῦθεν ἡμῖν ἐκβεβηκότα κατορθώματα. πῶς γὰρ οὐκ ἀπιστίας ἐγγὺς τὸν ἐκ Θεοῦ φύντα Λόγον ἑνωθῆναι σαρκὶ, καὶ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ, καὶ ὑπομεῖναι σταυρὸν, ὕβρεις τε καὶ αἰκίας ὑπενεγκεῖν, καὶ τῆς Ἰουδαίων ἀβελτερίας τὰ βλάβη; ἢ πῶς οὐκ ἄν τις ὑπεραγάσαιτο τῆς οἰκονομίας τὴν ἔκβασιν, ὅπου καθῄρηται μὲν ἡ ἁμαρτία, 2.386 κατήργηται δὲ καὶ ὁ θάνατος καὶ ἀπελήλαται φθορὰ, καὶ ὁ πάλαι δραπέτης ἄνθρωπος τῇ τῆς υἱοθεσίας χάριτι κατη- γλαϊσμένος ὁρᾶται λοιπόν; οὐκοῦν λεγέτω Χριστὸς ἐπί γε τούτοις αὐτοῖς Εἰ ἀδυνατήσει ἐνώπιον τῶν καταλοίπων τοῦ λαοῦ τούτου ἐν ταῖς ἡμέραις ἐκείναις, μὴ καὶ ἐνώπιόν μου ἀδυνατήσει; λεῖα γὰρ πάντα αὐτῷ καὶ ἱππήλατα, καί τι τῶν ἀναγκαίων ἐθέλοντι κατορθοῦν, εἴη ἂν οἶμαί που τὸ ἀν- τιστατοῦν οὐδέν. 9Τάδε λέγει Κύριος παντοκράτωρ Ἰδοὺ ἐγὼ ἀνασώζω τὸν λαόν μου ἀπὸ γῆς ἀνατολῶν καὶ ἀπὸ γῆς δυσμῶν, καὶ εἰσάξω αὐ- τοὺς καὶ κατασκηνώσω ἐν μέσῳ Ἱερουσαλὴμ, καὶ ἔσονταί μοι εἰς λαὸν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ.9 Σέσωκε μὲν καὶ πάλαι Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ κατεσκεδασμένους τῷ πολέμῳ, συναγείρων εἰς Ἱεροσόλυμα, καὶ κατοικήσας ἐν αὐτοῖς, διά γε τοῦ καὶ τὸν θεῖον ἐγεῖραι ναὸν, καὶ ἐφεῖναι πάλιν αὐτοῖς ταῖς κατὰ νόμον θυσίαις καταμειλίσσεσθαί τε καὶ ἀποπεραίνειν εὐχὰς καὶ ἀποπλη- ροῦν ἑορτάς. πλὴν τὸ ἀνασώζειν τὸν ἴδιον φάναι λαὸν ἐξ ἀνατολῶν καὶ δυσμῶν, πρέποιεν ἂν εἰκότως τῷ Ἐμμανουὴλ, ὃς πᾶσαν ἐκάλεσε τὴν ὑπ' οὐρανὸν, σαγηνεύσας διὰ τῆς πίστεως τοὺς ἐκ περάτων τῆς γῆς, καὶ πᾶσαν ἐθνῶν ἀγέλην συναγηγερκὼς εἰς τὴν ἁγίαν ἀληθῶς καὶ διαβόητον πόλιν "ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος," καὶ ἐπουράνιος Ἱερου- σαλήμ. ὅτι δὲ καὶ ἐσκήνωσεν ἐν μέσῳ αὐτῆς, πῶς οὐκ ἀτρεκὲς εἰπεῖν; γέγονε γὰρ καθ' ἡμᾶς, καὶ "τοῖς ἀνθρώποις συν- 2.387 "ανεστράφη" μετὰ σαρκός. καὶ τοῦτο ἡμῖν δι' ἑτέρου προφήτου ὁ Θεὸς προανεφώνει λέγων "Θάρσει Σιὼν, μὴ "παρείσθωσαν αἱ χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ "δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ "σε ἐν τῇ ἀγαπήσει αὐτοῦ." ἀλλὰ καὶ νῦν ἐστιν ἡμῖν· οὐ γὰρ ἀφῆκεν ἡμᾶς ὀρφανοὺς, πέπομφε δὲ ἡμῖν ἀνθ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.