Commentary on the Twelve Prophets · §zechariah-t4-open

Twelve Prophets Zechariah Tomos 4 opening

Zechariah Tomos 4.

Zechariah Tomos 4: rejoice greatly daughter Zion; the King comes.

Greek

ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. 9Χαῖρε σφόδρα θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.9 Ἀναφανδὸν ἐν τούτοις διακηρύττει λοιπὸν τοῦ Σωτῆρος ἡμῶν τὴν ἀνάδειξιν, ὡς οὐδὲν ὅλως ὁρᾶσθαι τὸ ἄναντες. χαίρειν μὲν γὰρ προστέταχεν ἀναγκαίως τῇ νοητῇ Σιὼν, ἅτε δὴ καὶ πάσης ἡμῶν κατηφείας ἐξῃρημένης. ποῦ γὰρ ἔτι τὸ κατηφὲς, καὶ ἐπὶ τίσιν ἂν γένοιτο πρὸς ἡμῶν τὸ κατοιμώζειν ὅλως, ἀπεληλαμένης τῆς ἁμαρτίας, καὶ τοῦ θανάτου πεπα- τημένου, κεκλημένης τε τῆς ἀνθρώπου φύσεως εἰς ἐλεύθερον ἀξίωμα, καὶ τῇ τῆς υἱοθεσίας κατεστεμμένης χάριτι, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ χαρίσμασι κατηγλαϊσμένης; Ἐπιτήρει δὲ, ὅτι τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν εὐ- αγγελιζόμενος, εὐθὺς θυγατέρα τὴν Σιὼν ἀποκαλεῖ. σφόδρα δὴ οὖν χρῆναι χαίρειν αὐτὴν εὖ μάλα προστέταχεν, ἀνακη- ρύττειν τε παρεγγυᾷ τῇ Ἱερουσαλὴμ, ὡς ἤδη παρέσται, καὶ ἀναδειχθήσεται μετὰ σαρκὸς ὁ βασιλεὺς αὐτῆς, δίκαιός τε 2.416 καὶ σώζων. δεδικαίωκε γὰρ ἡμᾶς ἐν πίστει Χριστὸς, καὶ τὴν τῆς σωτηρίας κατευρύνει τρίβον τοῖς προσιοῦσιν αὐτῷ. ἔστι δὲ πρὸς τούτῳ καὶ πρᾶος, οὐ νομικὴν προσφέρων ἀποτομίαν, οὐδὲ θανάτῳ τιμωρούμενος τοὺς παραβαίνοντας ἐντολὴν, σώζων δὲ μᾶλλον ἐξ ἡμερότητος καὶ ἀνιστὰς τοὺς ὠλισθη- κότας, κἂν εἴτις ἁμάρτοι, παράκλητος αὐτὸς γινόμενος πρὸς τὸν Θεὸν καὶ Πατέρα. Ἀνέγνωμεν δὲ ὅτι "τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα "ζωοποιεῖ." γράμμα μὲν γὰρ ὁ κολαστής ἐστι νόμος, ἡ σκιὰ καὶ ὁ τύπος· πνεῦμα δὲ ζωοποιόν ἐστιν ὁ Χριστὸς, ἐν πνεύματι γὰρ καὶ ἀληθείᾳ δεδιδάγμεθα προσκυνεῖν διὰ τῆς εὐαγγελικῆς παιδεύσεως. ὅτι δὲ καὶ ἐπιβέβηκεν ἐπὶ πῶλον νέον, οὕτω τε εἰσέφρησεν ἐν τοῖς Ἱεροσολύμοις, οὐ μακροῦ πρὸς πληροφορίαν δεήσει λόγου· ἀπόχρη γὰρ εἰς πίστιν ἡμῖν ὁ θεσπέσιος εὐαγγελιστὴς γεγραφὼς τὰ τοιάδε. ἐπεκά- θητο μὲν γὰρ τῷ πώλῳ Χριστὸς, εἵπετο γεμὴν ἡ τεκοῦσα· καὶ σημεῖον ἡμῖν ἀναγκαιοτάτου πράγματος τὸ δρώμενον ἦν. ἐπανεπαύσατο γὰρ ὁ Χριστὸς τῷ νέῳ λαῷ, τουτέστι τῷ κεκλημένῳ πρὸς ἐπίγνωσιν ἀληθείας καὶ εἰδωλολατροῦντί ποτε. ἦν γὰρ οἷά τις πῶλος, οὔπω δεδαμασμένος, οὔτε μὴν εἰδὼς βαδίζειν ὀρθῶς· οὐ γάρ που τῷ θείῳ πεπαι- δαγώγητο νόμῳ. ἀλλ' ὁ πάντας ἄγων εἰς εὐτεχνίαν πνευ- ματικὴν, προὐπέθηκε μὲν ἑαυτῷ τὸν πῶλον. ἕψεται δὲ ὅτι κατὰ καιροὺς καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, διὰ τῆς ἑπο- μένης ὄνου δέδωκε νοεῖν, καίτοιγε ἐν χρόνῳ τῷ κατὰ τὴν κλῆσιν τὸ πρεσβύτερον ἔχουσα· προεισκέκλητο γὰρ διὰ Μωυσέως καὶ προφητῶν. ἐπειδὴ δὲ προσκέκρουκε τῷ Σώ- 2.417 ζοντι βασιλεῖ· οὐ γάρ τοι προσήκατο τὴν πίστιν· ταύτῃτοι δικαίως τοῦ πώλου κατόπιν ἔρχεται μόλις, καὶ γέγονεν εἰς οὐρὰν, τουτέστι, παρακολούθημα καὶ ὀπίσω τῶν ἐξ ἐθνῶν, καὶ ἡ πρώτη γέγονεν ἐσχάτη. ἄθρει δὲ, ὅπως εἰς ἐσχάτην ἀλογίαν ἀποκομισθεῖσαν ἔδειξε τὴν ἀνθρώπου φύσιν, ὁ νεφροὺς εἰδὼς καὶ καρδίας. ὄνῳ γὰρ παρεικάζεται τῇ λίαν ἀλογωτάτῃ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, καὶ αὐτὴ δὲ τῶν ἐθνῶν ἡ πληθύς. οἱ μὲν γὰρ λελατρευκότες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεὸν, οἱ δὲ τὸν παιδαγωγὸν ἀτιμάζοντες νόμον, ἔξω νοῦ καὶ φρενὸς γεγόνασιν ἀγαθῆς, καὶ 443 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πρὸς πᾶν εἶδος φαυλότητος ἀπονενευκότες, "παρασυνεβλήθησαν τοῖς "κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοίωνται αὐτοῖς," κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. ὄνος δὲ καὶ ἑτέρως ἀκαθαρσίας σύμβολον· ἀνίερον γὰρ τὸ ζῷον, καὶ τὴν ἐκ νόμου κατάῤ- ῥησιν ἔχον. τοιοῦτοι δὲ πάντες οἱ πλανώμενοι καὶ φιλα- μαρτήμονες. 9Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ὑδάτων ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.9 Ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς, τοῖς τῶν ἀγαπών- τ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.