Zechariah Tomos 3 rem early
Rem early: Zechariah Tomos 3; historia and theoria toward Christ.
Greek
ας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ἡμῶν, καὶ "κράξετε πρὸς Κύριον ἐκτενῶς Οἶμμοι οἶμμοι εἰς ἡμέραν." καὶ ταυτὶ μὲν ὁ προφήτης· τίνα δὲ δὴ τρόπον διεπεραίνετο τὰ προηγγελμένα, σαφηνιῶ πάλιν, αὐτὸ παραθεὶς τὸ γράμμα τὸ ἱερόν. γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Καὶ τῷ μηνὶ τῷ πέμπτῳ ἑβδόμῃ τοῦ μηνὸς, οὗτος ἐνι- "αυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος, ἦλθε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ὁ ἑστὼς ἐνώπιον "βασιλέως Βαβυλῶνος εἰς Ἱερουσαλὴμ, καὶ ἐνέπρησε τὸν "οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς "οἴκους Ἱερουσαλὴμ καὶ πάντα οἶκον ἐνέπρησεν ὁ ἀρχι- "μάγειρος." εἶτα κεχειροτόνηκεν ἐπὶ τὸν περιλειφθέντα δῆμον ἐξ Ἰσραὴλ τὸν Γοδολίαν, ἐν μηνὶ τῷ ἑβδόμῳ ὃν ὑπελθὼν ἐχειρώσατο καὶ ἀπέκτεινεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων· γέγραπται γὰρ ὡδί. οὐκοῦν ἐπειδήπερ συμβέβηκεν ἐν τῷ πέμπτῳ μηνὶ καὶ ἐν ἡμέρᾳ τῇ ἑβδόμῃ ἁλῶναι μὲν τὰ Ἱεροσόλυμα, κατ- εμπρησθῆναι δὲ τὸν ναὸν, προσαποθανεῖν δὲ καὶ τὸν Γοδο- λίαν ἐν τῷ ἑβδόμῳ μηνὶ, τάχα που πρὸς ἀνάμνησιν τῆς τοῦ προφήτου φωνῆς οἱ κατάλοιποι τῶν Ἰουδαίων ἐνηνεγμένοι, τετυπώκασιν ἐξ ἁπάσης τῆς περιοικίδος ἐν μηνὶ τῷ πέμπτῳ καὶ ἐν τῇ ἑβδόμῃ τοῦ μηνὸς ἀναβαίνειν ἅπαντας εἰς Ἱερο- σόλυμα, καὶ ἁγιάσαι μὲν νηστείαν, κομμὸν δὲ ποιεῖσθαι καθάπερ ἐπὶ νεκρῷ καὶ ἐποιμώζειν κειμένῳ τρόπον τινὰ τῷ ναῷ, τῇ τε πόλει κατεμπρησθείσῃ τὸ ἐκ τῆς ὑστεροβουλίας δάκρυον ἐπιχεῖν. ᾤοντο δὲ, ὅτι λατρείας αὐτοῖς τῆς ἁν- δανούσης Θεῷ τρόπος οὑτοσὶ πανσόφως ἐξηύρηται. ἀλλ' ἐπράττετο μὲν ἔτι τοῦ Ἰσραὴλ ὑπὸ τὸν τῆς αἰχμαλωσίας κειμένου ζυγὸν, οὐδεμιᾶς δὲ φροντίδος τοῦ θείου τετυχη- κότος ναοῦ. Ἐπειδὴ δὲ ἐπανῆλθον, τὴν Περσῶν ἀφέντες καὶ Μήδων, 2.374 καὶ κατῳκήκασι τὴν ἁγίαν πόλιν, εἶτα τὸν θεῖον ἀνεδείμαντο νεὼν, ἐδόκει πως τὸ ἔθος αὐτοῖς οὐκ ἐν καιρῷ καὶ κόσμῳ πράττεσθαι λοιπόν. ἔδει γὰρ μᾶλλον ὡς ἀπό γε τῶν γε- γενημένων μεταχωρῆσαι πρὸς εὐθυμίαν, καὶ πληροῦν ἑορτὰς, καὶ χαριστηρίους ἀναπέμπειν ᾠδὰς τῷ κεκληκότι πρὸς ἐλευ- θερίαν αὐτούς. ἐνδοιάζοντες δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος, Σαρασάρ τε καὶ Ἀρβεσεὲρ, πέμπουσί τινας ἐρησομένους τούς τε ἱερεῖς καὶ τοὺς προφήτας Εἰ εἰσελήλυθεν ὧδε τὸ ἁγίασμα ἐν τῷ μηνὶ τῷ πέμπτῳ καθότι ἐποίησαν ἤδη ἱκανὰ ἔτη, τουτ- έστιν, εἰ συνδεδραμήκασιν οἱ πενθεῖν εἰωθότες ἐν τοῖς Ἱερο- σολύμοις, καὶ εἰ παραδέξονται τὴν συνήθειαν αὐτοὶ, τὴν ὡς ἐν τρόπῳ 427 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γεγενημένην ἁγιάσματος, καίτοι καὶ ἐγηγερμένου τοῦ θείου ναοῦ καὶ λελυμηνές τῆς αἰχμαλωσίας. ἡγίασαν γὰρ, ὡς ἔφην, νηστείαν καθὸ δεδράκασιν ἐκ πολλῶν ἐτῶν. αἰχμαλώτου γὰρ ὄντος τοῦ Ἰσραὴλ, διατετελέκασι καὶ αὐτοὶ τὸν τοῦ πένθους τηροῦντες καιρὸν, καὶ ἁγιάζοντες τὴν νη- στείαν καθάπερ ἤδη προεῖπον. οὐκοῦν ἐνδοιαζόντων ἡ ἐρώ- τησις, πότερόν ποτε χρὴ πληροῦν ἔτι τὸ ἁγίασμα καὶ τὸ πένθος, καὶ μετά γε τὴν ἔγερσιν τοῦ ναοῦ· ἤγουν ἀπο- σχέσθαι λοιπὸν τῆς τοῦ πένθους αἰτίας ἐκποδὼν οἰχομένης. 9Καὶ ἐγένετο λόγος Κυρίου τῶν δυνάμεων πρὸς μὲ λέγων Εἰπὸν πρὸς πάντα τὸν λαὸν τῆς γῆς καὶ πρὸς τοὺς ἱερεῖς λέγων Ἐὰν νηστεύσητε ἢ κόψησθε ἐν ταῖς πέμπταις ἢ ἐν ταῖς ἑβδόμαις, καὶ ἰδοὺ ἑβδομήκοντα ἔτη, μὴ νηστείαν νενηστεύ- κατέ μοι; καὶ ἐὰν φάγητε ἢ πίητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ 2.375 ὑμεῖς πίνετε; οὐχ οὗτοι οἱ λόγοι εἰσὶν οὓς ἐλάλησε Κύριος ἐν χειρὶ τῶν προφητῶν τῶν ἔμπροσθεν, ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, καὶ αἱ πόλεις αὐτῆς κυκλόθεν, καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατῳκεῖτο;9 Ἤροντό τινες, ὡς ἤδη προεῖπον, περὶ τοῦ ἐπίκλην ἁγιάσματος τούς τε ἱερέας καὶ τοὺς προφήτας· εἶτα Θεὸς ἀποκρίνεται, τῶν ἱερέων καὶ προφητῶν κατά γε τὸ εἰκὸς προσαγηοχότων τὰς λιτὰς, καὶ ὅτι προσήκοι τοῖς τὰ τοιάδε φιλοπευστεῖν ᾑρημένοις ἀποκρίνεσθαι σοφῶς διεσπουδακό- των. εἶτα τίς ὁ λόγος ὁ παρὰ Θεοῦ; βραχύς τε καὶ οὐ μακρὸς καὶ οὐδὲν ἔχων τὸ περισκελές· ἀλλ' ἵν' οὕτως εἴ- πωμεν, γυμνὸς καὶ εὐαπάλλακτος τὴν τοῦ συμφέροντος γνῶσιν. τί γὰρ δὴ τὸ χρῆμα, φησὶν, εἰ καὶ νενηστεύκατε τυχὸν ἐν ταῖς πέμπταις καὶ ἐν ταῖς ἑβδόμαις; ἢ ποία τις ὅλως κατόρθωσις ἀρετῆς, τὸ ἐπολολύζειν ἀμαθῶς λίθοις τε καὶ ξύλοις ἐμπεπρησμένοις; τίνα δ' ἂν τρόπον τοῖς παρ' ὑμῶν δρωμένοις ἐφήδοιτο ὁ Θεὸς, ὅτε τῶν ἀναγκαίων εἰς ὄνησιν πεπραχότες οὐδὲν, οἴεσθε κατὰ σφᾶς τὰ πάντων ἄριστα κατορθοῦν; εἰ γὰρ τῆς τοιαύτης δεδέημαι νηστείας, καὶ ἐπαινεῖν ἄξιον κομμὸν γυναικοπρεπῆ, διὰ ποίαν αἰτίαν ἑβδομηκοστὸν ἔτος τοῦτο διατετελέκατε, φησὶν, οὐ νενη- στευκότες; διατρίβοντες γὰρ ἔτι παρὰ τοῖς Βαβυλωνίοις, οὐ νηστείαν τετελέκασι δημοτελῆ, ἀλλ' οὐδὲ ἕτερόν τι τῶν ἐν συνηθείᾳ καὶ τρίβαις, ἤτοι κατὰ νόμον τὸν Μωυσέως, ἀπο- περαίνειν ἐσπουδακότες ἁλοῖεν ἄν. εἶτα πῶς ἠλέησα, φησὶ, 2.376 καὶ τῆς τῶν κρατούντων χειρὸς ἐξειλόμην; οὐκοῦν οὐ δε- δέημαι τῆς τοιαύτης νηστείας, καθάπερ ἀμέλει καὶ εἴπερ ἕλοισθε, φησὶ, φαγεῖν καὶ πιεῖν, οὐκ ἐμοὶ μᾶλλον ἢ ἑαυτοῖς χαρίζεσθε τὸ χρῆμα. οὐκοῦν τοῦ νηστεύοντος εἰκῆ καὶ ἐπ' οὐδενὶ τῶν χρησίμων, καὶ τὸ δάκρυον ἀνωφελὲς καὶ ἄμισθος ὁ ἱδρώς. οὐχ οὗτοι οἱ λόγοι εἰσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν ὅτε ἦν Ἱερουσαλὴμ κατοικουμένη καὶ εὐθηνοῦσα, περιχεομένη τε τοῖς ἀγαθοῖς, καὶ ἀπημάντοις ἔτι ταῖς ἰδίαις ἐπαυχοῦσα πόλεσι ταῖς τε ἐν τῇ ὀρεινῇ καὶ ἐν τῇ πεδινῇ. ἔφη μὲν γὰρ ὁ προφήτης Ἰωὴλ, ὅτι δὴ πρέπει θρηνεῖν ἱερέας τε καὶ λαοὺς, καὶ πρός γε δὴ τούτοις καὶ ἁγιάσαι νηστείαν. καὶ ὁ τῆς παραινέσεως σκοπὸς ἐκάλει πρὸς μετάγνωσιν. οὐ γὰρ περιμένειν ἤθελε τῶν συμβεβηκότων τὴν πεῖραν, ἵνα καὶ ἐμπρησθέντα καταθρηνῆτε τὸν νεὼν, ἀλλ' ἵνα πρὸ πείρας, ὡς ἔφην, κομμοῖς τε καὶ θρήνοις ἐκμειλισσόμενοι τὸν Θεὸν, ἔξω γένησθε τῶν κακῶν. οὐκοῦν οὐχ οὗτοί εἰσιν οἱ λόγοι τῶν προφητῶν τῶν ἔμπροσθεν, οὓς ἠγνοηκότες ὑμεῖς εἰκῆ κατοιμώ- ζετε, καὶ λίθοις κειμένοις τὸ ἐξ ἀμαθίας δάκρυον ἐπιστάζετε, καίτοι δέον ἐπανορθοῦν τῆς ἑαυτῶν πολιτείας τὴν ὁδὸν, καὶ τὴν εὐκλεᾶ καὶ ἀμώμητον ἰέναι τρίβον, κατορθοῦν εὖ μάλα διεγνωκότας τὸ τῷ νόμῳ δοκοῦν. 9Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ζαχαρίαν λέγων Τάδε λέγει Κύριος παντοκράτωρ Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύσητε, 2.377 καὶ κακίαν ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. Κατακιβδηλεύσας τὸ πένθος, ὡς ἄχρηστον καὶ ἀνωφελὲς, καὶ τὸν εἰκαῖον αὐτῶν ἱδρῶτα διαχλευάσας, ἀποκομίζει λοιπὸν πρὸς τὸ ὅτι μάλιστα τελοῦν εἰς ὄνησιν, καὶ 428 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τῆς ἁνδανούσης αὐτῷ πολιτείας σαφῆ τε καὶ ἐναργῆ καταστήσας τὴν ὁδὸν, καταλευκαίνει τε ὥσπερ αὐτοῦ τε τοῦ νόμου καὶ τῶν προ- φητικῶν κηρυγμάτων τὸν νοῦν. ἐφήδεται γὰρ ὁ νομοθέτης ὀρθῷ τε καὶ ἀμωμήτῳ κρίματι· ἐκτετίμηται δὲ καὶ λίαν ἐσπουδασμένως ἔλεόν τε καὶ φιλαλληλίαν, καὶ ἐπαινεῖν ἀξιοῖ τὴν εἰς ὀρφανοὺς ἀγάπησιν, καὶ φειδὼ τὴν ἐπὶ γυναίοις χηρείᾳ κατηχθισμένοις· ἀποσείεται γεμὴν ὡς βέβηλον τὴν πλεονεξίαν, καὶ ἥπερ ἂν γένηται κατὰ τῶν ἀσθενεστέρων συντριβὴ, βο
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.