Commentary on the Twelve Prophets · §zechariah-t4-rem-early

Zechariah Tomos 4 rem early

Rem early: Zechariah Tomos 4; historia and theoria toward Christ.

Greek

ων αὐτὸν ὑποφέρειν ἔμελλε ποσὶν ἀρχάς τε καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, τουτέστι τὰ βδελυρὰ τῶν δαιμονίων στίφη, πάντα τε αὐτοῖς ὑποτάξειν ἐχθρὸν ὁρατόν τε καὶ ἀόρατον, καὶ πάντα συντρίβειν πόλε- 2.418 μον, καὶ τοῖς ἐξ εἰρήνης κατευφραίνειν ἀγαθοῖς, αἰνιγματωδῶς ἡμῖν ὁ προφητικὸς ὑποφαίνει λόγος. ᾔεσαν μὲν γὰρ κατὰ καιροὺς κατὰ τῶν Ἱεροσολύμων οἱ Βαβυλώνιοι, καὶ μὴν καὶ ἕτεροί τινες τῶν ὁμόρων ἐθνῶν ἵπποις τε καὶ ἅρμασιν ἐπο- χούμενοι, "καὶ βάλλοντες τόξοις," κατὰ τὸ γεγραμμένον, κατεχειροῦντό τε οὕτω καὶ πικροῖς ἐνίεσαν πόνοις. ἀπὸ δὴ τοῦ συμβαίνειν εἰωθότος, τῶν διὰ Χριστοῦ κατορθωμάτων τὴν λαμπρότητα δηλοῖ. ὁ γάρ τοι σώζων, φησὶν, ὁ δίκαιός τε καὶ πραότατος βασιλεὺς, ἀφίξεται μὲν, καὶ οὐκ εἰς μακράν· πλὴν οὐ πολλῷ πλήθει τῶν ὑπασπιστῶν δορυφορούμενος, οὐ μυρίους ἔχων τοὺς εἰδότας τὰ τακτικά· ἐπασκήσας δὲ οὕτως ἐν ἤθει τὸ μέτριον, ὡς πώλῳ καὶ μόλις ἐφιζῆσαι γυμνῷ. πλὴν ἔσται τοσοῦτος εἰς ἀρετὴν, ὀνήσει τε οὕτω τοὺς ἐπ' αὐτῷ πεποιθότας, ὡς περιελεῖν μὲν ἅρματα ἐξ Ἐφραῒμ, ἀποστῆσαι δὲ καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, ὀλοθρεῦσαι δὲ καὶ τόξον πολεμικὸν, καὶ εἰρήνην ἁπλῶσαι βαθεῖαν, τὴν ἐκ πάντων τῶν ἐθνῶν. Ἐφραὶμ δέ φησι τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς, Ἱερουσαλὴμ δὲ τοὺς ἐν αὐτῇ κατοικήσαντας, Ἰούδας δὲ οὗτοι καὶ Βενιαμίν. οὐκοῦν ἀσφαλείας ὑπόσχεσιν καὶ εἰρήνης ἡμῖν ὁ προφητικὸς εἰσκομίζει λόγος. οὐ γὰρ ἂν γένοιτο, φησὶν, εὐκατάδρομος τοῖς ἐθέλουσι κακοῦν ἡ ἁγία πόλις, τουτέστιν ἡ νοητὴ Σιὼν, ἤγουν Ἱερουσαλὴμ, "ἥτις "ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος," κατευρύνει δὲ οὕτω τὴν ἑαυ- τοῦ βασιλείαν ὁ σώζων αὐτὴν, ὡς ὅλης κατάρξαι τῆς Ἰουδαίας, ἀπὸ θαλάσσης εἰς ποταμούς. αὗται γάρ εἰσιν αἱ διεκβολαὶ τῆς γῆς, τουτέστι τὰ πέρατα. ψάλλει δέ που καὶ ὁ θεσπέσιος 2.419 ∆αυεὶδ, ὡς περὶ ἀμπέλου λέγων τῆς Ἰουδαίων Συναγωγῆς "̓Εξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποτα- "μῶν τὰς παραφυάδας αὐτῆς." τερματίζεται γὰρ ἡ τῶν Ἰουδαίων χώρα θαλάσσῃ τε τῇ πρὸς νότον καὶ Ἰνδικῇ, καὶ τῇ καλουμένῃ Μέσῃ τῶν ποταμῶν. ἀλλ' οὐκ ἐν τούτοις τοῖς ὅροις ἡ Χριστοῦ βασιλεία· πολλοῦ γε καὶ δεῖ· ἕρπει δὲ ὁ λόγος ὡς ἐκ μερικοῦ παραδείγματος ἐπὶ τὸ καθόλου καὶ γενικώτατον. βεβασίλευκε γὰρ οὐ τῆς Ἰουδαίας μόνης, ἁπάσης δὲ μᾶλλον τῆς ὑπ' οὐρανὸν, καὶ ἀπὸ περάτων εἰς πέρατα τὰ τῆς ἐξουσίας αὐτῷ κατευρύνεται. 9Καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας τοὺς δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι.9 Μέτεισιν ὁ λόγος ἐπ' αὐτὸν ἤδη τὸν δίκαιόν τε καὶ σώ- ζοντα βασιλέα, καὶ μέντοι καὶ πρᾶον, τουτέστι Χριστόν· καὶ τὰ λαμπρά τε καὶ ἀξιάγαστα τῆς ἐπιδημίας αὐτοῦ κατορθώματα καθίστησιν ἐναργῆ. κεκένωκε γὰρ ἑαυτὸν ἑκὼν, γενόμενος ἄνθρωπος, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· ὑπέμεινε δὲ καὶ σταυρὸν, αἰσχύνης καταφρονήσας, καὶ τέ- θεικε τὴν ἑαυτοῦ ψυχὴν τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα, καὶ κατεκτήσατο τῷ Θεῷ καὶ Πατρὶ τὴν ὑπ' οὐρανὸν ἐν αἵματι διαθήκης αἰωνίου, ἧς ἦν τύπος τὸ διὰ τοῦ πανσόφου Μωυσέως τοῖς ἀρχαιοτέροις ἐπιῤῥανθέν. λαβὼν γὰρ, φησὶ, Μωυσῆς τὸ αἷμα, "αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν "ἐῤῥάντισε, λέγων Τοῦτο τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο 2.420 "πρὸς ὑμᾶς ὁ Θεός." ἀλλ' ἐκεῖνα μὲν τύποι, καὶ τῆς ἀληθείας μόρφωσις ἦν· αὕτη δὲ λοιπὸν ἡ ἀλήθεια Χριστὸς, ὁ πάντας ἡμᾶς ἀγοράσας 444 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐν αἵματι διαθήκης. ἐκλελυτρώμεθα γὰρ ὡς ὁ αὐτοῦ φησι μαθητὴς "οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, "ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χρι- "στοῦ." σὺ τοίνυν, φησὶν, ὦ δικαιότατε καὶ πραότατε βασιλεῦ, ἐν αἵματι διαθήκης τοὺς σοὺς γεγονότας δεσμίους· τουτέστιν οὓς δεσμοῖς ἀγάπης κατέσφιγξας, καὶ ταῖς σαῖς ζεύγλαις ὑπενεγκεῖν καὶ ἐγκαταδῆσαι σαφῶς τὸν τῆς δια- νοίας πέπεικας αὐχένα· ἐξαπέστειλας, τουτέστιν ἐξεκόμισας ἤγουν ἐξήγαγες ἢ ἀνήνεγκας ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ· σημαίνειν δὲ διὰ τούτου φαμὲν αὐτὸν ἢ τὸν ᾅδην, τὸν οὐκ ἔχοντα ζωήν· ἐκδεξόμεθα γὰρ εἰς τύπον ζωῆς τὸ ὕδωρ, καὶ γάρ ἐστι ζωοποιόν· ἤγουν λάκκον καταλογιούμεθα, καὶ μάλα ὀρθῶς, τὴν ἐπί γε τοῖς ψευδωνύμοις θεοῖς ἀπάτην. βόθρος γὰρ ἀληθῶς τὸ χρῆμά ἐστιν, εἰς ὃν εἴπερ τις ὅλως κατ- ολισθήσειε, ζωῆς ἀμοιρήσει τῆς εἰς αἰῶνα τὸν μέλλοντα. ὅτι δὲ κεκένωκε τὸν ᾅδην ἀποθανὼν ὁ Χριστὸς, καὶ ἀνῆκε τοῖς ἐν φυλακῇ πνεύμασι τὰς κάτω πύλας παντί που σαφές. ἔφη δέ που καὶ ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἱερεμίου περὶ τῶν ἐξ Ἰσραὴλ, καταλελοιπότων μὲν αὐτὸν, τραπομένων δὲ φληνάφως εἰς ἀπάτην εἰδωλομανῆ "Ἐξέστη ὁ οὐρανὸς ἐπὶ "τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος· ὅτι "δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον "πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συν- "τετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν." ὥσπερ γάρ ἐστι ζωοποιὸς καὶ πηγὴ ζωῆς, ἡ ὀρθή τε καὶ ἀπλανὴς 2.421 περὶ Θεοῦ γνῶσις· οὕτως ἄνυδροι καὶ οἱονεὶ λάκκοι συντε- τριμμένοι νοηθεῖεν ἂν τὰ τῆς εἰδωλολατρείας ἀθύρματα, καὶ ἡ περὶ αὐτοῦ πλάνησις. εἶτα πρὸς αὐτοὺς διαλέγεται τοὺς δεσμίους, καὶ εἰς ἐλπίδας αὐτοὺς ἀγαθὰς παραθήγει, λέγων Καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς. καὶ ὀχύρωμα μὲν, καθάπερ ἐγῷμαι, τὴν Ἐκκλησίαν ἀποκαλεῖ ὡς τετει- χισμένην ἐν Χριστῷ, καὶ ἀκλονήτως ἔχουσαν· κάθισιν δέ φησι τὸ οἷον ἱδρυμένον ἐν πίστει. γέγραπται γὰρ περὶ Θεοῦ "Ὅτι σὺ καθήμενος τὸν αἰῶνα" τουτέστιν, ἱδρυμένην ἔχων καὶ ἀκατάσειστον φύσιν. ἔσεσθε δὴ οὖν ἐν ἀσφαλείᾳ, φησὶ, τὸ βεβηκὸς ἔχοντες εἰς πίστιν, ὦ δέσμιοι τῆς ἐμῆς συναγωγῆς· εἶεν δ' ἂν οὗτοι τῶν ἐν Χριστῷ δεδικαιωμένων ἡ ἁγία πληθύς. ὅτι δὲ οὐκ ἄμισθον ἕξουσι τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις ὑπομονὴν, καὶ μὴν καὶ τὸ ἐρηρεισμένον εἰς ἀγάπησιν τὴν ἐπὶ Θεῷ, κατασημαίνει λέγων Καὶ ἀντὶ μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι. Καί τι τοιοῦτόν ἐστιν ὃ βούλεται λέγειν. πάροικοι μὲν γὰρ ἐπὶ τῆς γῆς καὶ παρεπίδημοι πάντες εἰσὶν οἱ ἅγιοι, βραχὺς δὲ δὴ λίαν ὁ ἐν σώματι βίος ἀνθρώπου παντὸς, κἂν εἴ τις αὐτὸν καταλογίσαιτο πρὸς αἰῶνα τὸν μέλλοντα, κατα- θρήσειεν ἂν αὐτὸν ὀλίγον ὄντα παντελῶς, ὡς τάχα που καὶ ἡμέρᾳ παρεικάζεσθαι μιᾷ. οὐκοῦν ἀντὶ μιᾶς ἡμέρας τῆς παροικεσίας σου φησὶ, τουτέστιν, ἀντὶ τοῦ βραχέος τε καὶ συνεσταλμένου χρόνου τῆς ἐν σώματι ζωῆς διπλᾶς τε καὶ ἐν πλεονασμῷ τὰς ἀμοιβὰς ἀποδώσω. ἔφη δέ που καὶ ὁ Χριστὸς, ὅτι "Μέτρον καλὸν πεπιεσμένον σεσαλευμένον "ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν." οὐ γάρ 2.422 τοι τὰς ἰσοστάθμους ὧν ἂν δράσαιμεν προσδοκῶμεν ἀμοι- βὰς, ἀλλ' ἐν προσθήκῃ πολλῇ· πλουσιόδωρος γὰρ ὁ διδούς. 9∆ιότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραΐμ.9 Τίνα δὴ τρόπον κληθήσεταί τε καὶ εἰσελάσει διὰ τῆς πίστεως ἡ ἐξ ἐθνῶν ἀγέλη, ταλαιπωρήσει δὲ καὶ ὁ πάλαι τρυφῶν, τουτέστιν ὁ σατανᾶς, τῶν ἐκ πλεονεξίας αὐτῷ πεπορισμένων προσκυνητῶν ἐξωθούμενος, διατρανοῖ πάλιν ἐν τούτοις. ποιεῖται γεμὴν τὸν λόγον, ὡς πρὸς τοὺς ἁγίους ἀποστόλους, ἤτοι τοὺς ἐξ Ἰσραὴλ διδασκάλους, οἳ καὶ τὴν τῶν ἐθνῶν ἐκπεριθέοντες χώραν, εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλουν τε καὶ σεσαγηνεύκασι τοὺς ἐν αὐτῇ. ὦ τοίνυν Ἰούδα, φησὶν, ἐνέτεινά σε ἐμαυτῷ τόξον, τουτέστι, διὰ σοῦ τοξεύσω τοὺς ὑπεναντίους· καί σε δὲ, ὦ Ἐφραῒμ, ἔπλησα. καὶ τί δὴ τοῦτό ἐστιν, ἐρῶ πάλιν. ὅτε γὰρ τῆς τοξείας οἱ ἐπιστή- μονες νευρὴν μὲν μαζῷ, τοῦ δὲ τόξου τὸν σίδηρον ἄγουσιν ἐγγὺς, τότε πλῆσαι τὸ τόξον λέγονται, βάλλουσί τε οὕτω δεινόν τι 445 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.