Commentarii in Ecclesiasten · §u06-open

Commentarii in Ecclesiasten Unit 6 opening

Unit 6.

Lemma-led open — τί μοι ἐγένετο̣ ὅτι α̣ι῾̣ πρὸ τούτου μὲν ἡμέραι ἀγαθαὶ ἦσαν

Greek

ἀληθεύοντες̣· τρόπον δέ τινα κατηγοροῦμεν ἑαυτῶν ὅτι πρὸ τούτου εὖ διήγουμεν κ̣α̣ι`̣ προσ̣είχαμεν ἑαυτοῖς· τὸν θεὸν ἐφοβούμεθα. μὴ γένοιτο, λέγει, τοιοῦτόν τι, ἐπεὶ φωτιστέον τὰς μετὰ ἡμέρας. ἐπερ· ὁ μὴ εἰδώς; τοῦτο ὅτι "τί μοι ἐγένετο̣ ὅτι α̣ι῾̣ πρὸ τούτου μὲν ἡμέραι ἀγαθαὶ ἦσαν" ἐπαπορῶν πρὸς ἑαυτὸν τοῦτο λέγει. ὅτι οὐκ ἐν σοφίᾳ ἐπερωτήσας περὶ τούτου. ἐν σοφίᾳ ἦν ἐπερώτησις· τί, ὅτι προσέλαβον τοῦτο; κρείττων ἐμαυ τοῦ γέγονα, ἔλαβον ἀντὶ ἐλατ̣τ̣όνω̣ν μείζω. τοῦτο οὖν ἔπαινός ἐστιν ταὐτὸν ὂν τῷ "κατὰ σκοπὸν διώκ̣ω̣ εἰς τ̣ὸ β̣ραβεῖον τῆς ἄνω κλήσεως", ἐν μείζοσιν ἡμέραις πρὸς ταῖς ἐπαγγελίαις "ἐπ̣ι`̣ γ̣η῀̣ς̣ α᾿̣γαθῆς γέ νῃται"· καὶ μακροχρόνιος ἔσῃ ἐπὶ τῆς γῆς". ἑρμηνεῦσαι δεῖ οὕτως τὰς ἡμέρας ταύτας· "αὕτη ἡ ζωή σου κ̣αὶ α̣ὕτη ἡ μακρότης τῶν ἡμερ̣ῶν σου· ἀγαπᾶν κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας̣ σου καὶ ἐξ ὅλης δυνάμεως 208 σου καὶ ἐξ ὅλης ψυχῆς̣". αὕτη ἐστὶν ἡ ζωὴ αἰὼν ἡμερῶν, ἡ μακρότης. τῷ εἰσαγομένῳ ὧδε λέγει. ἀγ̣αθὴ σοφία μετὰ κληροδοσίας καὶ περισσεία τοῖς θε ωροῦσιν τὸν ἥλιον. τοῦτο λέγει ὅτ̣ι, εἰ γέγονεν αὕτη βελτιοῦσα τὴν ψυχήν, ἡ εἰς τὸ σοφὸν εἶναι ἐπερχομε´̣ν̣η, ἀγαθή ἐστιν, ἐὰν ἔχῃ τὴν κληροδοσίαν. καὶ λέγω· "οὐδείς, φησίν, λέγει κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι̣ ἁγίῳ", καίτοι πολλοὶ λε´̣γ̣ουσιν αὐτὸν κύριον, ἀλλ' οὐ πραγματικῶς, οὐκ ἀλ̣η θ̣ω῀̣ς. λέγει γοῦν πρὸς αὐτούς· "τί με λέγετε κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; οὐ π̣ᾶς ὁ λέγων με κύριε, κύριε εἰσελεύσεται εἰς τὴν βασιλεί αν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐ ρανοῖς". οὗτος οὖν ἐστιν ὁ ἀληθῶς λ̣έγων κύριον Ἰησοῦν μετουσίᾳ τοῦ ἁγίου πνεύματος. ὁ κατὰ πνεῦμα ἅγιον πεποιωμένος σοφία̣ν̣ Ἰησοῦ ποιεῖ. καὶ οὗτος ἀληθῶς λέγει κύριον Ἰησοῦν. ὥσπερ οὖν "οὐδεὶς λέγει κύριον Ἰησοῦν εἰ μὴ ε᾿̣ν πνεύματι ἁγίῳ", οὕτως οὐδείς ἐστιν ἀγα θὸς ἐν σοφίᾳ μὴ ἔχων αὐτῆς τὴν κληροδοσίαν, ὁ ὡς ἔτυχεν αὐτὴν μετ ερχόμενος. εἰσὶν γὰρ τῷ δοκεῖν φρόνιμοι μέχρι τοῦ εἰπεῖν, οὐ μέχρι τοῦ πρᾶξαι. ἡ μετὰ κληροδοσίας σοφία οὐ῀̣ν̣ ἐστιν ἡ ποι̣ο̣υ̣μένη̣ κα̣ι`̣ η῾̣ φέρουσα τὴν ἐπαγγελίαν τὴν θ̣ε̣ι´̣αν τοῦ ὑπαρχ̣θ̣ῆναι τῷ σ̣οφῷ. καὶ περισσεία τοῖς θεωροῦσιν τὸν ἥλιον. ε᾿̣κ̣ ······· ηλ̣···ο̣υ̣···· κ̣ληροδοσίαν. περισσόν τι γίνεται αὐτοῖς θεωροῦσιν τὸν ἥλιον, τοῦτον τὸν αἰσθητὸν ἥλιον. οὐχ οὕτως ὁρῶσιν τὸν ἥλιον ὡς οἱ ἄλλοι ἄνθρωποι, ἀλλὰ "ἐκ μεγέθο̣υ̣ς̣ καὶ καλλ̣ο̣ν̣η῀̣ς̣" φαντα σίαν λαμβάνουσιν καὶ γνῶσιν καὶ γίνονται ἐκ τῆς γνώσεως π̣α´̣λ̣ιν ε̣ἰς τὸ συνιέναι, τίς ὁ τῆς δικαιοσύνης ἡ´̣λ̣ιός ἐστιν. δυνατο`̣ν δὲ καὶ τοῖς θε ωροῦσιν τὸν ἥλιον αὐτὸν τὸν τῆς δικαιοσύνης λαβεῖν τι πλέον. ταὐτὸν δέ ἐστιν̣ τῇ σ̣οφίᾳ οὗτος ὁ 21 ἥλιος. ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ τοῦ ἀργ̣υ̣ρ̣ίου̣. ἡ σκιὰ τῆς σοφίας ἐκείνη ἐστὶν ἡ τοῦ κόσμου. καὶ ἵνα καὶ θεωρήματι ε᾿̣πιστ̣η̣μονικῷ χρήσωμαι, ἡ σκιὰ τῆς ἐπιστήμης τῆς γεωμετρικῆς αἱ κα̣τ̣α̣ γραφαί εἰσιν. χειραγωγοῦσιν γ̣ὰρ εἰς τὴν ἐπιστήμην αἱ θεωρίαι ἐκ̣εῖναι α̣ἱ αι᾿̣σθητικαί. σκιὰν δὲ ἐν τούτοις λέγει οὐ γραφὴν ἀποτελουμένην ἀπὸ σ̣ώματ̣ος τοῦ 209 ὧδε ἔχοντος, ἀλλὰ τὴν πρὸ τύπων τ̣ῆς εἰκόνος. ἡ σκιὰ δὲ εἰκόνος σκια γραφία τι´̣ς ἐστιν ᾐνιγμένη. ὁ μέλλων οὖν ἀναλαμβάνειν ἀρ̣γύριον δέχετ̣αι σκιάν· ου᾿̣ αἰσθητὸν λέγω, ἀλ̣λ̣ὰ τὸν λόγον. πολλαχοῦ γὰρ καὶ τοῦτο ἀποδείκνυται, ὅτι ἐπαινε̣τ̣όν ἐστιν ἀργύριον καὶ ψεκτὸν κατὰ τὸ πρόχειρον καὶ τὴν "γλῶσσαν δικαίου" λεγο´̣μενον. ὁ´̣ταν γὰρ λέγηται· "ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου", λέγει τὴν δικαίου̣ γλῶσσαν αὐτοῦ ἄργυρον. ὅταν γὰρ ···ηση καὶ ἐνέργειαν ····· ····· ····· ·····τ̣εζεον τα̣······ησαιω ····λ̣ην λαβεῖν τὸ π̣νεῦ μα ····· ····· ····· ····· ··· ἀ´̣ργυρον ····· ·· ἄλλως δε`̣ οἱ ἔχοντες ἀργύριον ψεκτῶς λέγονται· "ἀρ̣γύριον" ο̣ὖν, φησίν, "ἀποδεδοκιμα̣σμένον καλέσατε αυ᾿̣τούς,

About this text

Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.