Commentarii in Ecclesiasten · §u06-rem-early

Unit 6 rem early

Rem early: Unit 6; lemma and argument toward the thesis.

Greek

ὅτι ἀπεδοκίμασεν αὐτοὺς κύριος". καὶ πάλιν· "ἀργύρι ον μετὰ δόλου διδόμενον ὡ´̣σπερ ὄστρακον ἡγη̣τέον". ἐὰν τοῦτο, σοφὸν δό λον προφέρει, οὐχ οὕτως "καθαρισθὲν ἑπταπλασίως" ἔχων ἢ ἡγιασμένον, οὐ κατ' αυ᾿̣τ̣ὸ πεποιωμένος, ὡς ὁ πεπυρ̣ωμένον ἔχων τὸν τοιοῦτον λόγον̣. οὑ῀̣ το̣ς γὰρ οὐ λόγον γεώδη καὶ ἐκ τῆς γ̣ῆς ἔχοντα τ̣ὴν φυ´̣σιν προ̣φέρει περὶ σοφι´̣ας ······ υνοθ·····χ̣ο̣μενη. πρῶτον μὲν γεώδη φ̣ύσ̣ιν μ̣ε̣τέ λαβεν. ἐν σκιᾷ γάρ ε᾿̣στιν ἡ σοφία ἡ ἀν̣θρωπίνη καὶ ἐπὶ γῆς̣ ····· ····· ···η ἐστιν τοῦ ············ λέγει ὅτι ἡ σκιὰ αὐτῆς ἐν σοφία, ὡς σοφία του῀̣ α᾿̣ρ̣γ̣υ̣ρ̣ι´̣ου, ὁ´̣τ̣ι ἐν τῇ αὐτῆς σκιᾷ ἡ σοφία. ἐὰν οὖν ἐπαινε τὴ ᾖν ἡ σοφία, καὶ ἡ σκιὰ αὐτῆς βέλτιστός ἐστιν. ἐπερ· τὸ οὖν "ἐν σκιᾷ σοφίας"; ὁ λέγων δὲ ἐν τῇ σκιᾷ τοῦ εὐαγγελίου ὢν ἐν αὐτῷ πρωτοτύπῳ εὐαγγελίῳ ἐστὶν ἢ ὁ ἐν τῇ σκιᾷ τοῦ νόμου. καὶ περισσεία γνώσεως τῆς σοφίας ζῳοποιήσει τὸν παρ' αὐτῆς. καὶ τοῦτο ἀγαθόν ἐστ̣ιν τὸ ἀεὶ ἀπολαμβάνειν ἐν ταῖς προκοπαῖς θεω ρίας τῆς σοφίας. "ζῳοποιήσει τὸν παρ' αὐτῆς". διὰ τοῦτο προκριτέα ἐστὶν καὶ ἀγαθή, ὅτι τὸν μετέχοντα αὐτῆς ζῶντα ποιεῖ–"τὸν παρ' αὐ τῆς", τὸν κατ' αὐτὴν σοφὸν λέγει–ἡ γὰρ σοφία ζωῆς παραιτία ἐστίν. οὐ δέποτε θάνατον ψυχῇ ἐπιφέρει. ἰδὲ τὰ ποιήματα τοῦ θεοῦ· ὅτι τίς δυνήσεται τοῦ κοσμῆ σαι, ὃν ἂν ὁ θεὸς διαστρέψῃ αὐτόν; πολλοὶ καὶ παρ' Ἕλλησιν ἀντέστησαν τοῖς ἐκ τοῦ αὐτομάτου συνεστηκότα τὸν κόσμον λέγουσιν, οἷός ἐστιν Ἐπίκουρος, κατά τινας καὶ ∆ημόκριτος. 210 ἐκεῖνοι γὰρ οἴο̣νται μὴ ἐκ θεοῦ τοῦτον το`̣ν κόσμον γεγονέναι, ἐπεὶ μὴ τίθενται πρόνοιαν. ἐπεὶ πᾶσα ἀνάγκη τὸν προνοούμενον τῶν ἰδίων π̣οιημάτων προνο εῖσθαι, ὁ δὲ θεός ἐστιν ο῾̣ προνοούμενος, προνοε̣ῖται τοῦ κόσμου̣, ὃν ἐποίησεν αὐτός. δίδου τὰ ἄλλα· ὃν αὐτὸς̣ κατεσκεύασεν, το̣ῦτον καὶ φυ λάττει ἐκ̣ π̣ρονοίας, ἵν' ὄρθωσι̣ν ἔχ̣ῃ. ἐνκαλοῦσιν ο̣ὖν τινες ὅτι· "ε̣ι᾿̣ ἄριστος ἐποιήθη ὁ κόσμος, τί τὸ χρήσι μον τοῦ εἶναι βασιλίσκους; ἐάν̣ γε ὅλως δοθῇ τὸ χρήσιμον εἶναι, δεῖ καὶ τὸν βασιλίσκον καὶ τὰ ἄλλα, οἷον ο῾̣ ῥινοκ̣έρως". κ̣α̣ὶ μᾶλλον ψόγον γ̣ι´̣ν̣ε σθαι ἀρέσκει τῷ ἐπικουρίζ̣οντι ἢ ἔπαινον. τούτων ἕνεκα καθόλου δὴ αἴ ρει τὴν πρόνοιαν. εἰσὶν δὲ οἱ ἀντιλέγον̣τες τοῖς τοῦτο τὸ ἄθεον δόγμα̣ π̣ι̣στεύουσιν. τίς ἂν πρὸς τὸν κόσμον εἶπεν̣ ὁ´̣τι μ̣έρος τοῦ κόςμου ὀρ θώσεως δεῖται; πῶς ἂν ἄλλως ἦν γεγονὸς α̣υ᾿̣τ̣ο´̣; πῶς ἂν αὐτὸ ἠ´̣νυσ̣εν; πῶς ἂν ἐδύνατο κόσμος εἶναι ἄνευ μερῶν; ἐὰν τάδε, τίνα τὰ μέρη; οὐδὲ γὰρ δείκνυνται παρέλκοντα καὶ περισσά, ἐὰν ἐξ αὐτῶν συνστῆναι ὁ κόσμο̣ς δύνηται. λε´̣γομεν δὲ πιθανῇ ἀποδείξει πεῖσ̣αι μὲν δυναμένην αἰτίαν καὶ τὰ ἄγρια δ̣ε̣δημιουργῆσθαι̣ εἰς χρείας̣. κ̣αὶ πρὸς θήρευσιν συντελεῖ ταῦτα. ἐπὶ πρώτῳ κοινῷ ὀρθ̣ῷ λόγῳ δ̣υνατὸν λέγειν τ̣ὰ π̣άντα εἶναι πρὸς τοὺς ἀνθρώπους. πολλὰ ἐκ τούτ̣ων συντελεῖ πρ̣ὸς βοήθειαν ἐκ̣είνων καὶ ε̣····· ····· ··ν παραλαμβανόντω̣ν ······· καὶ μέλ̣λ̣ε̣ι̣ν̣ ·· πολ···· παραλαβει῀̣ν. ἐκ τούτου̣ δ̣υ´̣ν̣α̣τ̣αι̣ γ̣ε´̣ν̣ε̣σ̣ι̣ς̣ δηλοῦσθαι καθ' ἣν γέγοναν, ἵνα μόνοις 22 αὐτ̣ο̣ι῀̣ς̣ χρώμεθα, ἵνα μὴ λοιπὸν καὶ ἄλλον τινὰ ὑψηλότερον λόγον βασανίσωμεν, ὅτι τῶν ἀνθρώπων ἕνεκα καὶ ταῦτα γεγένηται. οἶδεν οὖν ὁ θεὸς τὰς αἰτίας τῶν γεγενημένων καὶ οἶδεν διὰ τί ἀπέκρυψεν αὐτά. καθ όλου τοῦτο μόνον λέγει· "μὴ εἴπῃς· εἰς τί τοῦτο; ἢ εἰς τί τοῦτο; πάντα γὰρ ἐν καιρῷ αὐτῶν ζητηθήσεται". καὶ· "μὴ εἴπῃς· εἰς τί τοῦτο; ἢ εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείαν αὐτῶν ἐκτίσθη". ἰδὲ τὰ ποιήματα τοῦ θεοῦ. ἐπίστησον τοῖς ποιήμασιν τοῦ θεοῦ–τὸ "ἰδὲ" γὰρ τοῦτο λέγει–, ἐπίστησον καὶ τῇ ὑπάρξει αὐτῶν καὶ τῷ λόγῳ, καθ' ὅν εἰσιν, καί, εἰ οἷ όν τέ ἐστιν, καὶ τῇν αἰτίᾳν. "ὅτι τίς δυνήσεται τοῦ ἐπικοσμῆσαι". πολλά ἐστιν τὰ συντελοῦντα πρὸς τελείαν γνῶσιν, καὶ οὐ πάντα πᾶσιν δύ ναται ὑπάρχειν· οἷον φέρε εἰπεῖν, λέγω εἶναι θεὸν ἢ εἶναι κόσμον. ἀπαρ κεῖ μοι πρὸς τῷ "ὅτι ἔστιν" γνῶναι μόνον καὶ τί σημαίνει τὸ ὄνομα τὸ κείμενον κατ' αὐτοῦ. τὸ "πῶς" δέ ἐστιν οὐ παντὸς εἰδέναι, ἀλλ' οὐ 211 δὲ τοῦ παντὸς ἐπισταμένου τὸ "πῶς̣" ε᾿̣στιν δυνατὸν εἰπεῖν. τ̣ὸ δ̣υ´̣ν̣αται ᾧ λ̣όγος καὶ γνῶσις ἐστιν. κ̣αὶ γ̣α`̣ρ̣ τὸν γ̣··ων θεωρουμένων ·η̣· κ̣α̣ι`̣ ε̣····δ̣·····ν ὁ μὲν εἰδὼς̣ δι̣α`̣ τ̣ι´̣ ἐστιν̣ καὶ ὅτι ἐστιν καὶ πῶς ἐστιν. καὶ ἐν τούτοις οὐ πᾶς ὁ εἰδὼς ὅτι ἔστιν οἶδεν καὶ πῶς ε᾿̣στιν καὶ διὰ τί. "ἰδὲ" οὖν "τ̣α`̣ πο̣ιη´̣ματα τοῦ θεοῦ", ἐπίστησον αὐτοῖς, γνῶθι τί ἕκα̣στο̣ν αὐτῶν ἐστιν καὶ ὅτι ἐ´̣σ̣τ̣ι̣ν̣

About this text

Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.