Unit 6 rem close
Rem CLOSEOUT: Unit 6 CLOSEOUT.
Greek
παρεπομένων. ἐποίησεν ο῾̣ θεὸς περὶ λαλίας, ἵνα μὴ εὕρῃ ἄνθρωπος ὀπί σω αὐτου῀̣ μηδέν. τὰ πάντα εἶδον ἐν ἡμέραις ματαιότη τός μου. ἐποίησεν ὁ θεὸς τοιοῦτον λόγον ἐν τοῖς οὖσιν, ἵνα ὁ ἄνθρωπος μὴ εὕ ρῃ μηδὲν τῶν μετ' αὐτὸν ἐσομένων. ὧδε π̣ρόγνωσιν ἀναιρεῖ ἀνθρωπίνην· οὐκ εὑρίσκε̣ι ὁ ἄνθρωπος οὐδὲν τῶν διαδεξομένων αὐτόν. πε̣ρ̣ι`̣ τ̣ῶν ἀν θρωπίνων δὲ λέγει. ὅτι γὰρ οἶδεν ὁ σπουδαῖος, ὅτι διαδέξεται αὐτὸν κατάστασις μακαρία, παντί που σαφές. εἰ μή, ἐὰν ἡ τοῦ ἀνθρώπου προσηγορία παρακειμένη ἄλλην ὑποβάλῃ διά νοιαν, ἄνθρωπον δὲ μ̣ὴ τὸ θνητὸν λογικὸν ζῷο̣ν λέγῃ, ἀλλὰ τὸν "κατὰ σάρκα" καὶ ἡδονὰς "περιπατοῦντα", ὁ τοιοῦτος ἄνθρωπος, ᾗ τοιοῦτός ἐστιν, οὐδὲν διαγνώσεται τῶν διαδεξομένων̣ αὐτόν, ἅτε δ̣ὴ αἰσθήσει μόνῃ ζῶν. ἡ γα`̣ρ αἴσθησις τὰ παρόντα καταγ̣ιγνώσκει. ἐπ̣εὶ ὁ τοιοῦτος ὅλος τῆς αἰσθήσεώς ἐστιν, "κατὰ σάρκα" καὶ ἡδονὰς καὶ τὰς ἄλλας κακίας περιπατῶν, τὰ "ὀπίσω", τὰ διαδεξόμενα, οὐκ οἶδεν. νοῦ γὰρ ἔστιν τοῦτο εἰδέναι. ἐν ταῖς ἡμέραις μου οὖν τῆς ματαιότητος τὰ πάντα εἶδον. ἡμέρας δὲ ματαιότητος λέγει τὰς ἡμέρας τῆς ζωῆς ταύτης, ἐφ' ᾗ οὐ δεῖ αὐτὸν ἐλπίζειν. ἐλεεινοὺς γὰρ κατασκευάζει τοὺς προσδοκοῦντας. ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ· καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ. ἔστιν ἁπλῶς δίκαιον καὶ ἔστιν τινὸς δίκαιον. ὅταν οὖν ὁ θεῖος προσ τάττῃ λόγος "δικαίως τὸ δίκαιον διώκειν", οὐχ ἑκάστῳ λέγει ὅτι "δι καίως τὸ δίκαιόν σου δίωκε", ἀλλὰ τὸ ἁπλῶς καὶ κυρίως δίκαιον. ἐπειδὴ δὲ πᾶς ἄνθρωπος φαίνεται ἑαυτῷ δίκαιος καὶ "εἰσὶν δοκοῦσαι ἀνθρώπῳ ὀρθαὶ ὁδοὶ εἶναι, τὰ τελευταῖα βλέποντα εἰς πυθμένα ᾅδου", οὐκ ἐν 214 ἐκείνῳ τῷ δικαίῳ δεῖ ἐνμένειν. ἀπόλλυσιν γὰρ τοῦτον τὸν ἔχοντα, φθεί ρει τὸν ἔχοντα. ἔστιν οὖν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ ἑαυτοῦ. οἱ δ̣ὲ κατ' α᾿̣λήθειαν δίκαιοι, περὶ ὧν πολλὰ γέγραπται, οἷον· "δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά", οὗτοι οὐκ ἐν δικαίῳ ἑαυτῶν ἐνμένου σιν, οὐ θαρροῦσιν τῷ ἑαυτῶν̣ δικ̣αίῳ. διὸ οὐκ ἀπόλλυται ἐν τῇ δικαι οσύνῃ, ὡς λέγει ὁ ὑμνῳδός· "ἐν τῇ δικαιοσύνῃ σου ζήσομαι". Παῦλος γοῦν, μέγας ἄνθρωπος ὑπάρχων καὶ ἐν Χριστῷ τυγχάνων, ᾧ και`̣ η῾̣ ἀποκάλυ ψις τη῀̣ς̣ ἀληθείας γέγονεν, λέγει· "οὐδὲν ἐμαυτῷ συνοῖδα, ἀλλ' οὐκ ἐν τούτ̣ῳ δεδικαίωμαι". ἐνχωρεῖ γάρ με μὴ τὸ ἀληθῶς δίκαιον ἔχειν καὶ μὴ διὰ τοῦτο, ὅτι̣ μηδὲν ἐμαυτῷ σύνοιδα τῶν βλαπτόντων, δεδικαιῶσθαι. καὶ π̣άλιν ὁ ἁ´̣γιος ∆αυῒδ λέγει· "εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσα´̣τ̣ω κ̣ύριος". 24 σημεῖον τοῦ ἔχειν ἢ μὴ ἔχειν ἀδικίαν τὸ εἰσ ακουσθῆναι ὑπὸ θεοῦ ἢ μὴ εἰσακουσθῆναι ἔλαβεν. δυνατὸν δὲ καὶ ἄλλως λαβεῖν κατὰ δευτέραν ἐξήγησιν τοῦτο· ἔστιν ἀπολέ σθα̣ι τινὰ τῷ ἑαυτῷ δικαίῳ· ἐν τῷ ἑαυτοῦ δικαίῳ δοκῶν τις δικαιοῦσ θαι, ἐὰν̣ ····· ···· γ̣νῷ, ὅτι οὐκ αὐτό ἐστιν τὸ ἀληθὲς καὶ κύριον δί καιον, ἀποσπᾷ ἑαυτὸν ἀπὸ τούτου καὶ ἀπόλλυται ἐκ τοῦ ἑαυτοῦ δικαίου. η῾̣ δὲ ἀπωλεία αὕτη ου᾿̣ διαφθείρ̣ει. ὥσπερ γὰρ τὸν μεταπέσοντα ἀπὸ ἀρε τῆς λέγομεν α᾿̣πολωλένα̣ι̣ τῇ ἀρετῇ, οὕτω τὸν μεταβάντα ἀπ̣ὸ τ̣ἧς εἶχεν π̣ρ̣ο´̣τερον ὑπολήμψε̣ως λέγομεν ἀπολωλέναι ἀπ' ἐκείνης τῆς ὑπολήμψεως. ἔστιν δὲ ἀσεβὴς ἐνμένων ἐν τῇ κακίᾳ ἑαυτοῦ. ζῶν ἐν τῇ κακίᾳ οὐ καταγιγνώσκων τῆς κακίας αὐτοῦ καίπερ τοῦ δοκοῦν τος δικαίου κατεγνωκότος τοῦ δικαίου ἀνθρώπου πρότερον ἢ ἐδικαιοῦτο. ἐπερ· ὁ αὐτὸς οὖν νοῦς; ἐκεῖνος καίπερ ἐν δικαίῳ ὤν, ἐλάττονι δὲ τοῦ ἀληθῶς δικαίου, ἀπόλλυ σιν ἑαυτὸν ἀπ' ἐκείνου, ἵνα τὸ ἀληθῶς δίκαιον σχῇ. οἷον ἐχέτω τις ἐσ φαλμένην ὑπόλημψιν ἢ ἐχέτω τις ὑπόλημψιν οὐκ ἐσφαλμένην, οὐ σὺν λόγῳ δέ, οὐ σὺν ἀκριβείᾳ. ἐὰν τὴν ἀκριβείαν γνῷ, ἀπόλλυσιν ἑαυτόν, ἵνα ἐκείνης τῆς προθέσεως τῷ κρείττονι ἐπιτυχῇ. ἐπερ· πῶς λέγει τὴν διαστροφήν; τὸ ἀποδεῖξαι αὐτὸν τοιοῦτον τὸν διεστραμμένον· οἷον πολλοὶ ἐντυγχά νουσιν ταῖς γραφαῖς καὶ νοοῦσιν αὐτὰς ὡς οὐ δεῖ. καὶ οὐκ ἄλλος αὐτοὺς δι 215 έστρεψεν ἢ ἡ αὐτῶν ῥαθυμία. ὅταν τις οὖν ἀποδείξῃ τὸν τοιοῦτον, ὅτι "μὴ πρόσεχε αὐτῷ· ἐσφαλμένως λε´̣γ̣ε̣ι̣, ἃ λέγει", ἐ´̣δ̣ειcε̣ν αὐτὸν διεστραμμέ νον, ἀπέδειξεν αὐτὸν τοιοῦτον. μὴ γίνου δίκαιος πολὺ καὶ μὴ σοφίζου πε̣ρ̣ισσ̣ά, μ̣ήπο τε̣ ἐκπλαγῇς. μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου. καὶ πολλάκις ἐλέχθη ἡμῖν, ὡς μεσότητές εἰσιν αἱ ἀρετ̣αί, αἱ τ̣ού των δὲ ὑπερβολαὶ καὶ ἐνλείψεις κακίαι εἰσίν. ἐλέγομεν ὅτι ἡ φρόν̣ησις
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.