Commentarii in Ecclesiasten Unit 7 opening
Unit 7.
Lemma-led open — ὦ πλήρης δόλου καὶ πάσης ῥᾳδιουργί ας, υἱὲ διαβόλου
Greek
γέγονε̣ν μέσον τῆς πανουργίας καὶ κακουργίας τῆς ἀφροσ̣υ´̣ν̣ης. καὶ υ῾̣π̣ε̣ρ β̣ολὴ μέν ε᾿̣στιν φρονήσεως ἡ πανουργία. ἐπαινεῖται δὲ ἐν τῇ γραφῇ ἡ π̣α̣νουργία, παρ' Ἕλλησιν δὲ ψέγεται. πανουργίαν δὲ ψεγομένην κ̣αὶ ἡ γραφὴ λε´̣γ̣ει ῥᾳδιουργίαν· "ὦ πλήρης δόλου καὶ πάσης ῥᾳδιουργί ας, υἱὲ διαβόλου". ὡς ἐπὶ π̣λ̣εῖστον δε`̣ καὶ ἡ καινὴ διαθήκη ψέγει τὴν πανουργίαν· "φοβοῦμαι γὰρ μήπως, ὡς ὁ ὄφις ἐcηπάτησεν Εὔαν ἐν τῇ παν ουργίᾳ αὐτοῦ···", καὶ ἔτι· "ἀλλὰ ὑπάρχων πανοῦργ̣ος δόλῳ ὑμᾶς ἔλαβον". καὶ ἔτι περὶ τῶν αἱρετικῶν λέγει ὅτι "περιπατοῦσιν ἐν πανου̣ργίᾳ δο λοῦντες τὸν λόγον τοῦ κυρίου". ἔνλειψις δὲ τῆς φρονήσεως ἡ ἀφ̣ρ̣οσ̣υ´̣ν̣η ε᾿̣σ̣τίν. καὶ περὶ πασῶν τῶν ἀρετῶν πολλάκις ἡμῖν τοῦτο τεθεώρηται. λέ γομεν οὖν τὴν δεισιδαιμονίαν ὑπερβάλλειν τὴν εὐσέβειαν, ἐνδεὲς δὲ αὐ τῆς τὸν ἀσεβήν. καὶ ὧδε οὖν τοῦτο βούλεται λέγειν· μὴ πολὺ δίκαιος ἔσο· μὴ ἔξω τῆς δι κ̣αιοσ̣ύν̣η̣ς ἴθι· κατ' ἀξίαν νέμειν ζήτει, τῆς ἰσότητος ἐπιμέλου. μὴ πολὺ δίκαιος γίνου· πολλοὶ γοῦν εἰώθασιν λέγειν· μὴ ἀκριβοδίκαιος ἔσο, μὴ πλέον τι τοῦ δικαίου ζήτει. δυνατὸν δὲ καὶ οὕτω λαβεῖν αὐτό, ἵνα μάλιστα κατὰ τὸ βούλημα τοῦ χρι στιανισμοῦ αὐτὸ ἐκδεχθῇ. ἐὰν προκέοιτο ἀδικηθῆναι ἢ ἀδικῆσαι, μὴ πολὺς ἔσο δίκαιος ἐκδιδῶν τὸ δίκαιον, ἐπεὶ οὐκ ἀδικῇ. θέλησον ἀδικηθῆναι μᾶλλον ἢ ἀδικῆσαι. μὴ πολὺς γοῦν γίνου δίκαιος πρὸς τὸ μὴ ἀδικηθῆναι, ἀλλ' ἐπίδος ἑαυτὸν μᾶλλον. οὕτω γὰρ οὐδὲ σὺ ἀδικήσῃς οὐδὲ ἐκεῖνος, πρὸς ὃν ἔχεις. καὶ μὴ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς. τῷ αὐτῷ λέγομεν· πέρα τοῦ δέοντος μὴ σοφίζου, μὴ ἔξω τοῦ ἐφειμένου τοῖς ἀνθρώποις γίνου. οἷοί εἰσιν οἱ λέγοντες, ὅτι οὕτως ἴσμεν τὸν θεὸν ὡς αὐ τὸς ἑαυτὸν ἐπίσταται. οὗτοι περισσὰ σοφίζονται. διὸ καὶ ἐκπλήττονται, ἔξω φρενῶν γίνονται, ἔξω θεωρίας λογικῆς εὑρίσκονται. μὴ σοφίζου περισσά. 216 δύναται δὲ καὶ τοῦτο λεχθῆναι πάλιν ἑπομένως τῇ λογικῇ θ̣εωρίᾳ, ὅτι ἔστιν ποτὲ διαλεγόμενον ὑπὲρ τοῦ μὴ λυθῆναι τὴν συνουσίαν, ἕως ἔλθω μεν εἰς ὀρθὸν κα····· ··ς ἔνδοξον καὶ αὐτῷ διαλεχθῆναι. ἐὰν δέ τις ἐν τῷ σοφίζεσθαι δόξῃ ἐπιτυγχα´̣νειν, οὐκ ὀφείλει καταμένειν τῷ σοφίζεσθαι. "μὴ σοφίζου περισσά", μὴ ἐκγίνου τοῦ σοφὸς εἶναι καὶ ἐκπλαγῇς. μὴ ἀσεβήσῃς πολύ, μὴ γίνου σκληρός. 25 εἴπομεν, ὅτι ἔστιν τι γνωστὸν τοῦ θεοῦ, ᾧπερ ἐὰν ἐπῶμεν, ἀσεβοῦμεν. ἐκεῖνο δέ, ὃ ἐφανέρωσεν ἡμῖν ὁ θεός, ἐὰν γιγνώσκωμεν καὶ θέλωμ̣εν ἔχειν, οὐ βλαπτόμεθα. ἐὰν δὲ κἀκεῖνα τὰ μὴ ἐφικτὰ ἡμῖν θέλωμεν νοεῖν, ἐκπλητ τόμεθα καὶ ἀσεβοῦμεν πολύ. δυνατὸν δὲ καὶ τοῦτο λέγε̣ιν· εἴ ποτέ τι τῶν ἄλλων δυσχερὲς ἡμῖν καὶ δυςεύρετον φαίνεται̣, περὶ τούτου δὲ ἐπιχειρήσεις, οὐ βλάπτει· ἐπιχει ρητέον εἰς ἑκάτερα. ὅταν δὲ πε̣ρὶ θεοῦ ᾖν ὁ λόγος καὶ εἰς ἐκεῖνα χωρῇ ὁ θέλων εἰδέναι περὶ θεοῦ, ἃ μὴ δύναται, ἀσεβ̣εῖ πολὺ πέρα τοῦ δέοντος χωρῶν. οἷον πλῆθός εἰσιν οἱ ἄστερες. πᾶν δὲ πλῆθος ἢ περιττὸν ἢ ἄρτιόν ἐστιν. καὶ τὸ μὲν ἄρτιον εἰς δύο διαιρεῖται, τὸ δὲ περιττὸν ἔχει πλεο νάζον τὸ ἕτερον μέρος ἑνί. ἐὰν θέλωμεν περὶ τῶν ἀστέρων ἐπιχειρεῖν καὶ λέγειν, πρότερον περιττοὶ ἢ ἄρτιοι, οὐκ ἀσεβοῦμεν πολύ. ἔδει μὲν μὴ ἐπιχειρεῖν, περὶ ὧν οὐκ ἴσμεν. ὅμως οὐκ ἀσεβοῦμεν πολύ. ποιοῦμεν γὰρ τοῦτο, ὅτι ὁ οὐρανὸς κυκλοειδής ἐστιν καὶ εἰς δύο ἴσα τέμνεται ἡμισφαί ρια διαμέτρου ἀχθείσης εὐθείας. καὶ ἐπεὶ πάντοθεν ὁ οὐρανὸς ἠστέρωται, λέξει τις ὅτι ἴσων ὄντων τῶν ἡμικυκλίων ἐν ἑκάστῳ ἡμικυκλίῳ τοσοῦτοί εἰ σιν, ὅσοι καὶ ἐν τῷ λοιπῷ. καὶ κατασκευάζομεν ἐκ τούτου ἀρτίους αὐτοὺς εἶναι. καὶ οὐκ ἀσεβοῦμεν, κἄν τε οὕτως ἔχῃ κἂν μὴ ἔχῃ. γυμνασίας ἕνεκα ἡ ἐπιχείρησις γέγονεν. πάλιν ἐπειδὴ οἱ περὶ ἀριθμῶν πραγματευσάμενοι λέγουσιν τὸν περιττὸν ἰσχυρότερον εἶναι –δραστήριος γάρ ἐστιν– , ὁ δὲ ἄρτιος ὑλικώτερος– ὕλῃ γὰρ ἀνάκειται· ἡ δὲ ὕλη διαιρετή ἐστιν· πρώτη γὰρ
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.