Unit 7 rem early
Rem early: Unit 7; lemma and argument toward the thesis.
Greek
διαίρεσις ἐν ἀρ 217 τίῳ γίνεται· διὰ τοῦτο καὶ δυάδα λέγουσιν εἶναι τὴν ὕλην– ἐλέγομεν ὅτι ἔδει τοὺς κρείττονας τω῀̣ν ἀ´̣λλ̣ων ὁρατῶν τῷ κρείττ̣ονι α᾿̣ρ̣ι̣θ̣μ̣ῷ ὑπο βεβλῆσθαι καὶ κατασκευάζομεν ἐκ τούτου π̣ε̣ρισσοὺς αὐτοὺς εἶναι. οὐδὲ ἑκατέρως ἀσεβοῦμεν. εἰ μέντοι λέγοι τις, ὅτι ζητήσομεν πότερον ὁ θεὸς ἄναρχος ἢ οὐκ ἄναρχος, τὸ ἕτερον τοῦ ἐπιχειρήματος πολλὴν ἀσέβεια̣ν φέ ρει. ἀμέλει γοῦν καὶ αὐτὸς ὁ τῆς διαλεκτικῆς λόγος λέγει μὴ πάντα προβλ̣ήματα εἶναι διαλεκτικά. οἷς γὰρ κόλασις ἕπεται, οὐκ ἔσ̣τιν δια λεκτικόν̣. τὰ γὰρ δι̣αλεκτικὰ εἰς ἑκάτερα ἐπιχειρεῖται. οὐδεὶς ἐπιχειρεῖν θ̣έλ̣ει, πότερον ἔσ̣τιν θεὸς ἠ`̣ οὐκ ἔστιν ἢ πρότερον φυλακτέοι οἱ νόμοι ἢ οὔ· ταῦτ̣α̣ γὰρ κόλασιν ἑπομε´̣νην ἔχει ἐν θατέρῳ μορίῳ τῆς ἀντιφάσεως. αἰσχρὰν γὰρ φήμην φέρει τῷ προισταμένῳ τοῦ ἑτέρου μορίου τῆς ἀν τιφάσεως. καὶ μὴ γίνου σκληρός. σκληρὸς γίνεται ὁ τὴν κακίαν αἱρούμενος. σκληρὸν γὰρ κατασκευάζει τὸν ἔχοντα. "κατὰ γὰρ τὴν σκληρότητά σου καὶ ἀμετανόητόν σου καρδίαν θησαυρίζεις ἑαυτῷ ο᾿̣ρ̣γὴν̣ ἐν ἡμέρᾳ ὀργῆς". ὁρᾷς τό· ἀμετανόητον καρδίαν ἔχων σκληρὸς εὑρίσκεται. καὶ γίνεται οὕτως καὶ ἡ καρδία τοῦ Φαραώ, ἃ πολλάκις ἀνεγράφη, σκληρυνθεῖσα. "μὴ σοφίζου οὖν περιςσά, μὴ γίνου σκλη̣ρός̣, ἱ´̣να μη`̣ ἀποθάνῃς ἐν οὐ καιρῷ σου". κατὰ πάντα δ̣υνατὸν τοῦτο ἐνεχθῆναι· κατὰ διάνοιαν π̣α῀̣ σαν̣ λε´̣γει· "μὴ γίνου σκληρὸς πολύ· μὴ γίνου, μὴ α᾿̣····· ··········· ····· ····· ····· ········· ····· ····· ἐλήφθη. ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καί γε ἀπὸ τούτου μὴ ἀφῇς τὴν χεῖρά σου. ἐν ἑκάστῳ τῶν εἰρημένων ἤκουσας· μὴ γίνεσθαι δίκαιος πολύ· ἀντέχου ἐν τούτῳ. εἴρηκεν "μὴ σοφίζου περισσά". ἐν πᾶσιν τοῖς εἰρημένοις ὡς ἐν ἑνὶ γένει ἀντέχου. ἀπὸ τούτου οὖν, οὗ εἶπον, ὅτι καὶ δεῖ ἀντέχεσθαι, μὴ ἐάσῃς τὴν πρᾶξίν σου. ἐπίμενε αὐτοῖς, ὡς λέγει ὁ ἀπόστολος· "ταῦτα με λέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ γένηται", ἐν ταῖς ἀρε ταῖς. μελετῶν ταῦτα δεῖ ἐν αὐταῖς ἐνμένειν, οὐ περαιτέρω αὐτῶν χωρεῖν. ἐπὶ γὰρ τοῖς ἄλλοις μαθήμασιν τοῖς κατ' ἐπιστήμην καὶ τεταγμένως ἄγουσιν οὐ καλὸν ἐν αὐτοῖς μένειν. καὶ ἵνα ἀπὸ προχείρου παραδείγματος ἡ δεῖξις 218 γένηται, μάθησιν γραμμάτων τῶν πρώτων λάβωμεν. οὐκ ἀγαθόν ἐστιν ἐνμέ νειν τῇ μαθήσει τῶν χαρακτήρων, ἀλλὰ ταχὺ διαβαίνειν ἐπ̣ὶ τὴν ἑξῆς προ κοπήν. ἐπὶ δὲ τω῀̣ν ἀρετῶν ἡ μελέτη προκοπὴν φέρει· μελέτα σωφροσύνην, μέ νε ἐν σωφροσ̣υ´̣ν̣ῃ· μελέτα τὸ δίκαιον, ἐν αὐτῷ μένε· οὕτω γὰρ δύνασαι σπουδαῖος ἀποδειχθῆναι. 26 ὅτι ὁ φοβούμενος τὸν θεὸν ἐξελεύσεται τὰ πάντα. κἂν βοήθημα περισσῶς ἔχεις– βοήθημα τοῦ ἐξελθεῖν–οὔ σε ἔξω πάν των λέγει γίνεσθαι. τὸ ἐξελθεῖν δὲ τὸ τέλος καὶ τὴν ἔκβασιν δηλοῖ, ὡς εἰ λέγομεν ὅτι αἱ ἁγίαι̣ φωνήσεις αἱ γενόμεναι περὶ τῆς καθόδου τοῦ σωτῆρος ἐκβάσεως τετυχήκασιν. καὶ τοῦτό ἐστιν τὸ "ὅπως πληρωθῇ τὸ ῥηθέν". οἱ γὰρ ἀπὸ τῶν ἑτεροδόξων κακοήθως ἢ κατὰ ἄγνοιαν νομίζου σιν τὸ πληρωθῆναι τοῦτ̣ο οὕτω λαβεῖν· πληρωθῇ, ἵνα μὴ κενὰ ᾖ. καὶ λέγου σιν ὅτι ἡ παλαιὰ δ̣ιαθήκη κενὴ ἦν καθ' ἑαυτήν· πληρώματος ἔξωθεν ἔχρῃ ζεν. οὐ τοῦτο δ̣έ, ἀλ̣λὰ ἐπὶ ἐκβάσεως λέγει· διὰ τοῦτο ἔτεκεν ἡ Μαρία, "ὅπως πληρωθῇ· ἰδοὺ ἐν γα̣στρὶ ἕξει". διὰ τοῦτο ἐσταυρώθη ὁ σωτήρ, διὰ τὸ "ὤρυξαν χεῖράς μου καὶ πόδας μου". ὁ φοβούμενος τὸν θεὸν οὐκ ἔξω αὐτῶν, ἀλλὰ εἰς τέλος αὐτῶν γίνεται. ὅμοιόν ἐστιν τοῦτο τῷ ἀποστολικῷ τῷ λέγοντι· "οὐ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". ὁ φοβούμενος οὖν τὸν θεὸν "ἐξέρχεται τὰ πάντα". "φόβος γὰρ κυρίου π̣α´̣ν̣τ̣α̣ ὑπερέβαλεν". εἰ δὲ πάντα ὑπερέ βαλεν, "οὐδὲν ἔστιν ὑπὲρ αὐτόν". φόβος γὰρ οὐχ ὁ τῆς κολάσεως λέγε ται, ἀλλ' ἐκεῖνος, περὶ οὗ λέγομεν· "οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμέ νοις αὐτόν". "αὐτὸς" δέ ἐστιν ὁ θεός. λέγει γάρ· "κύριον αὐτὸν ἁγιά σετε καὶ αὐτός ἐστίν σου φόβος". ὡς γίνεται τοῦ θέλοντος κατὰ Χριστὸν σοφίαν σοφία ὁ Χριστὸς καὶ δικαιοσύνη τοῦ δικαίου κατὰ Χριστόν, οὕτω γίνεται καὶ φόβος. ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει. εἴπομεν, ὅτι ὁ ἐκκλησιάζων πάντων ἅμα τῶν ὠφελούντων ἐφάπτεται καὶ τῶν δοκούντων τοῖς πολλοῖς, ἀνθρωπίνων ὄντων. κατὰ γὰρ τὸν ἀληθῆ λό γον, ἐπεὶ προνοίᾳ θεοῦ τὰ πάντα διοικεῖται, καὶ τὰ δοκοῦντα ἀνθρωπίνως γίνεσθαι θεόδοτά ἐστιν. ἀνθρώπινόν ἐστιν τὸ πλοῦτον ἔχειν, ἀλλὰ "κύριος πλουτίζει"· τὸ ἀρχὴν ἔχειν, ἀλλὰ κύριος "καθιστᾷ βασιλεῖς καὶ μεθι στᾷ". ὅμως, ὅταν αὐτὰ καθ' ἑαυτὰ τὰ ὑπὸ τῆς
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.