Unit 7 rem close
Rem CLOSEOUT: Unit 7 CLOSEOUT.
Greek
τὸν δὲ δυ 221 νάμενον πεντήκοντα, ἐκμαθόντα δὲ τετταράκοντα λέγομεν μηδὲν ἐκμεμαθη κέναι. ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται. ὁ τοιοῦτος οὐκ ἔστιν ἐπὶ τῆς γῆς ἄνθρωπος, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται. ὑψηλοτέραν θέλω λαβει῀̣ν δ̣ιάνοιαν· ἀλλὰ μή μοι ἀπει ροκαλίαν ἐπιγράψητε. περὶ μόνου τοῦ Ἰησοῦ εἴρηται· "πρὶν π̣ροέληται πο νηρά, ἐκλέξεται τὸ ἀγαθόν." μόνον το`̣ π̣αιδίον τὸ κατὰ τὸν Ἰησοῦν, τὸ "μὴ ἐγνωκότα ἁμαρτίαν", προαίρεσιν τῶν πονηρῶν, εἵλατο τὸ ἀγαθο´̣ν, πάντες δὲ οἱ ἄλλοι μετὰ τὸ γνῶναι πονηρίαν ταύτην τὴν τιμωμένην, οὐ τὴν ἐπίψογον, ἀλλ̣ὰ τὴν εἰσαγομένην. "οὐκ ἔστιν οὖν ἄνθρωπος, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτη´̣σεται." μετὰ ἁμαρτίαν πάντες τὸ ἀγαθὸν ἔχουσιν, ἁμαρτίαν δὲ τὴν εἰρημε´̣νην̣, τὴν προϋφισταμένην τῆς ἀρετῆς. ι᾿̣δ̣ε´̣, πολλοὶ δοκοῦντες ἔχειν ἐντρέχειαν διανοίας καὶ ἀποδεδωκότες τῇ ἐντρεχείᾳ ἑαυτῶν οἴονται πάντα εἰδέναι· καὶ ὅταν ἄρξωνται ἀναλαμ βάνειν ἐκεῖνα, ἃ οἴονται εἰδέναι, ἐν τοσαύτῃ α᾿̣γνοίᾳ γίνονται, ὡς ἀπ ειπεῖν τὴν μάθησιν. καὶ τῇ πείρᾳ ἴσμεν· πολλάκις ἐνόμισα περὶ πτυκ τίου, ὅτι εὔκολόν ἐστιν νοῆσαι, καὶ δυσκολώτερον ἐφάνη πάντων ἐπισ̣τ̣ά νοντι̣ ε῾̣κ̣α´̣στου διανοίᾳ. αὕτη ἡ ἄγνοια πρὸ ἐπιστήμης ἐστίν· κ̣αὶ οὐκ ἐναντία ἐπιστήμης ἐστίν, ἀλλὰ πρὸ ἐπιστήμης. ὁ γο̣ῦν̣ ο̣ἰόμενος εἰδέναι τι, ἐὰν μὴ οὕτως ἑαυτὸν εὕρῃ ὡς οὐδὲν εἰδότα, οὐ δύναται γν̣ω῀̣ σι̣ν λαβεῖν. μόνος οὖν εἷς ἔστιν, περὶ οὗ τοῦτο εἴρηται· "πρὶν προέλητ̣αι πονηρά, ἐξελέξατο τὸ ἀγαθόν." κἂν μὴ δοκῇ οὖν Ἀπολιναρίῳ καὶ τοῖς μετ' αὐτ̣οῦ τούτου, ἀναιρεῖται αὐτῶν τὸ δόγμα. "πρὶν προελέσθαι πο̣ν̣η̣ρά"· ἁμαρ τεῖν οὔπ̣οτ̣' η᾿̣δυ´̣νατο, ὅτι μέχρι προπαθείας γινόμενος οὐκ ἐκτείνε̣ι ταύ την εἰς δ̣ι̣άθεσιν. δύναται οὖν εἰς τὸ αὐτὸ ἄγεσθαι, δύναται δὲ καὶ ἑτέρως νοεῖσθαι, ὅτι ἐν τῷ ναῷ τῷ ἀνθρώπῳ γέγονεν ὁ θεὸς Λόγος. ὁ θεὸς δὲ Λόγος 28 καὶ σοφία ἐστίν, καὶ ἐκ ταύτης τῆς διανοίας πᾶσα βελτίωσίς ἐστιν. ἐπει δὴ δὲ τὰ τῆς οἰκονομίας λέγω, τοῦτο̣ ὧδ̣ε̣ ὀφείλει δειχθῆναι. παιδίον ὂν οὐκ ἐκεῖνα ἔλεγεν, ἃ εἶπεν α᾿̣νὴρ τέλειος γεν̣άμενος. προέκοπτεν οὖν τὴν προκοπήν. οὕτω λημπτέον· διδάσκαλος ἢ ἄλλος ὁμοι´̣ως ἔχων τὴν 222 τῆς παιδεύσεως ἕξιν προσεληλυθότων μαθη̣τῶν καὶ ἐφιεμένων τῆς ἐπιστήμης σ̣υνκαταβαίνει καὶ ἐκεῖνα λέγει, ἃ δύνανται οἱ εἰςαγόμενοι ἀκοῦσαι, οὐχ ἃ αὐτὸς δύναται, καὶ συνσχηματίζεται τῇ ἀγνοίᾳ τῶν εἰσαγομένων, καὶ ὡς αὐτὰ μόνα εἰδὼς ἃ λέγει παιδεύει αὐτούς. ὅσον οὖν πρ̣οκόπτει τὸ παιδίον, προκόπτει καὶ ὁ διδάσκαλος· ἀλλὰ τὸ μὲν παιδίον προκόπτει προσλήμψει μαθημάτων, ὁ δὲ διδάσκαλος προκόπτει ἀναδείξε̣ι̣ τῆς ἐν ούσης δυνάμεως. καὶ λαβέ μοι τὸν ἥλιον φθάσαντα ε᾿̣πὶ τ̣ὸν ὁρίζοντα τοῦτον τὸν αἰσθητόν· ὑποτρέχον δέ τι κάλυμμα κωλυέτω τὴν ὄψιν ταχέως ἐπιβα λεῖν, ὡς εἰ μὴ ἦν τὸ κάλυμμα. ὅσον γ̣ίνετ̣αι περὶ τὴν ὄψιν φανέρωσις, τότε καὶ τοῦ ἡλίου γίνεται τοσαύτη. κ̣αὶ λέγω προκόπτειν τὸν ἥλιον, οὐ προσλήμψει φωτός, ἀλλὰ τῷ δύνασθαι λοιπὸν φωτίσαι τὸν πρότερον οὐ δυ νάμενον οὕτως καταλάμπεσθαι. κάλυμμα οὖν ψυχῆς ἐστιν ἡ ἁμαρτία. ἐὰν οὖν μὴ ἐκλέγῃ τὴν κακίαν, τὸ φῶς φανερώτερον ἑαυτὸ δείκνυσιν. ουτως οὕτως οὖν λέγω τὸν διδάσκαλον προκόπτειν σοφίᾳ, οὐ προσλήμψει σοφίας, ἀλλὰ ἀναδείξει πλείονος σο φίας. ἐπὶ τῷ ὄντι καὶ προκοπὴ πᾶσα ἐνεπο̣δ̣ίζετ̣ο, εἰ μή, φέρε, ἄρτιοι ἅγιοι ὁρατοὶ ὄντες τοσαῦτα ἠδύναντο ἐνεργ̣ε̣ῖν καὶ ἐγνωκέναι. εἰ ἄνδρες γε νόμενοι πεποίηκαν καὶ εἰρήκασιν μεγαλά, ἔστι τοῦτ̣ο̣ εἰς προκοπὴν ἀρε τῆς καὶ ἀνάδειξιν. καί γε εἰς πάντας λόγους, οὓς λαλήσουσιν, μὴ δῷς καρδίαν σου, ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου κατ αρωμένου σε, ὅτι πλειστάκις πονηρεύσεται. καί γε ει᾿̣ς λόγους πολ̣λ̣ούς, οὓς λαλήσουσιν οἱ ἄνθρωποι, ἄγνοιά τις καὶ ἁμαρτία ἐ´̣σ̣τιν· ········ τ̣ῶν ἀρχομένων τῶν εὑρέσεων τῶν ἐπιστη μῶν. κα̣ι`̣ λέγων· "μὴ δῷς καρδίαν σου" ε̣ι᾿̣ς̣ ἠθικὸν μάθημα διαβαίνει. οἶδας ὅτι τ̣ὰ ·········μενα τὰ ἁμαρτήματα καὶ ἀδικήματα τὰ κατά τινος γι̣νόμενα, ἐρεθίζει αὐτὸν εἰς ἀγανάκτησιν. ἐὰν τοίνυν ἐπιτάττῃς κ̣αὶ οἱ δοῦλοι ἐπὶ τοῖς ἐπιταττομένοις ῥᾳ θυμοὶ ὦσιν, μὴ εἰς τοῦτο "δῷς τὴν καρδίαν σου", ἐπεὶ βλάπτῃ καὶ σὺ κἀκεῖνος. ἐὰν οὖν δοῦλος καταρᾶταί σε, ····· αυ᾿̣τ̣ὸν̣ σκοπήσῃς, 223 εἰ ποιεῖ τὸ προσταχθὲν ἢ οὐ ποιεῖ, οὐ πῶς ποιεῖ ἢ οὐ ποιεῖ. ὕστερον γὰρ τοῦτο θέλεις εἰδέναι, ἵνα η τιμήσῃς ἐλευθερίας, ἵνα δῷς αὐτῷ, ὃ π̣ρ̣ότερον οὐκ εἶχεν. σκόπησον
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.