Commentarii in Ecclesiasten · §u07-rem-mid

Unit 7 rem mid

Rem mid: Unit 7; lemma continues; reading with the letter.

Greek

προνοίας τελούμενα διαι 219 ρῶμεν, λέγομεν· τὰ μὲν τούτων θεόπεμπτα καὶ θεοπρεπῆ ἐστιν, τὰ δὲ ἀν θρώπινα. ἐπεὶ δὲ βασιλεύς ἐστιν μάλιστα ὁ ταῦτα λέγων, δ̣ια`̣ πάν τα δὲ εἰς ευ᾿̣λα´̣βειαν ἀλείφει, τοῦτο λέγει, ὅτι κἂν ἐξουσιάζοντες δέκα ὦσιν ἐν τῇ πόλει, κἂν πολλοὶ ὠ῀̣σ̣ιν οἱ βοηθοῦντες, κἂν ὑπερπαί ωσιν τῷ πλήθει καὶ τῇ δυνάμει τῶν ἀντιπάλω̣ν, εἰ μὴ σοφίαν ἔχωσιν, οὐ δύνανται βοηθῆσαι τῇ πόλει. ἀεὶ οὖν τὴν δύναμιν το̣υ῀̣ στρατηγοῦ ἐν τῇ σοφίᾳ αὐτοῦ ζήτει μᾶλλον ἢ ἐν τῷ πλήθει τῆς παρατάξεως. "ἡ σοφία οὖν βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄν̣τ̣ας ἐν τῇ πόλει." κ̣ατὰ τὸ πρόχειρον ἡμῖν ἀποδέδοται τὸ ἐπ' ἱστορίας. ἐὰν πόλι̣ς ἔχ̣ῃ πολλοὺς δυνατ̣ο̣ύς, ἀπ̣ῇ δὲ σοφία, οὐδὲν ἐκεῖνοι τῇ πόλει δύ νανται βοηθῆσαι. πρὸς δὲ ἀναγωγὴν πο´̣λις λέγεται ὁ κόσμος, ὁ περὶ ἡμᾶς τόπος. ἐὰν μὴ σοφία θεόπεμπτος δοθῇ, ο̣ὐδ̣εὶς̣ δύναται ἀβλαβῶς διαγαγεῖν. εἰ μὴ ἡ σοφία βοηθήσει, οἱ ἐξουσιάζοντες οὐδὲν δύνανται, κἂν ἀγγέλους εἴ πῃς κἂν ἱεροὺς ἄνδρας. εἰ μὴ σοφία βοηθήσει, οὐ σῴζεται ἡ πόλις. δύναται δὲ καὶ ἡ ἑκάστου ψυχὴ πόλις λέγεσθαι. ἐὰν γοῦν μυρίους τις ἔχῃ λογισμοὺς ἀνθρωπίνους δυναμένους βοηθῆσαι τῇ πόλει ταύτῃ, μὴ θεό πεμπτος δὲ σοφία βοηθήσῃ αὐτῇ καὶ εἰς τὸ εὔνομον̣ αὐτὴν̣ ἀγάγῃ καὶ φυ λάξῃ, οὐ δύναται βοηθηθῆναι. καὶ θεώρει γε "τοὺς ὄντας ἐν τῇ πόλει". οἶδας ὅτι πολλοὶ πολλά κις ἐξουσίαν ἔξωθεν προσλαμβάνονται. καὶ ἔχεις ἐν ταῖς ἱστορίαις τῶν γραφῶν, ὅτι πολλάκις τινε`̣ς̣ ε᾿̣π̣········μενοι κατὰ του῀̣ Ἰσραὴλ καὶ τῶν βασιλέων αὐτοῦ ἐμισθώσαντο ἄλλους βασιλέας. οὐχ οὕτω δὲ οἱ ἔξωθεν μισθούμενοι συντελοῦσιν πρὸς τὸ βοηθῆσαι τῇ πόλει ὡς οἱ αὐτόχθονες. ἀμέλει γοῦν, ὅταν ἴδωσιν, ὅτι ἀσθενεῖ τὸ πρᾶγμα, ἀναχωροῦσιν καὶ ἐξ ευμενίζονται τοὺς ἀντιπάλους. "τοὺς ὄντας οὖν ἐν τῇ πόλει"· κἂν πλούσιοι ὦσιν κἂν εὐμενῶς ἔχωσιν πρὸς αὐτὴν κἂν εἰς αὐτὸ τοῦτο ὦσιν εὐτρ̣επιςμέ νοι πρὸς τὸ βοηθεῖν τῇ πόλει, ἀπούσης σοφίας οὐ δύνανται ἀνύσαι τὸ σπου δαζόμενον. ὅτι ἄνθρωπος οὐκ ἔστιν δίκαιος ἐν τῇ γῇ. οὐ καθάπαξ εἶπεν μὴ εἶναι δίκαιον ἄνθρωπον, ἀλλ' ἐν τῇ γῇ. καὶ κατὰ τὸ πρόχειρον οὐ πρὸς ἱστορίαν λέγω, ἀλλὰ πρὸς ἠθικὴν παίδευσιν ὡς πρὸς τροπολογίαν· τοῦτο λέγω, 27 ὅτι ἐκεῖνος ἄνθρωπός ἐστιν ἐπὶ τῆς γῆς ὁ "κατὰ σάρκα περιπατῶν", κατὰ τὸ "ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄσκε 220 τε". οὗτος ἐπὶ τῆς γῆς ἔστιν οὐ μόνον τῷ σώματι, ἀλλὰ καὶ τῇ καρδίᾳ. "τὰ ἐπίγεια φρονεῖ", "βαθύνει ἑαυτῷ εἰς τὴν κάθισιν". οὐδεὶς τῶν τοιούτων δίκαιός ἐστιν. λέγω δὲ ἄνθρωπον οὐχ ἁπλῶς, ἀλλὰ τὸν μὴ ὄντα ἐπὶ τῆς γῆς δυνάμενον εἶναι δίκαιον. "ἐπὶ γῆς τις περιπατῶν, ἐὰν ἔχῃ ε᾿̣ν ο̣ὐρανῷ τὸ πολί τευμα", σοφός ἐστιν οὐκ ἐπὶ τῆς γῆς. διὰ τοῦτο οὐ κεκώλυται τὸν δικαιοσύνην ἔχοντα παρονομάζεσθαι ἀπ' αὐτῆς. ἐπερ· ὡς πρὸς τὴν ἱστορίαν οὐ στήκει; ἐὰν πρὸς ἱστορ̣ίαν θέλῃς αὐτὸ λαβεῖν, εἰς δόγμα χωρεῖς, ὅτι οὐκ ἔστιν ἐπὶ τῆς γῆς γενάμενος ἄνθρωπο̣ς ἄνευ ἁμαρτίας. εἶπον δέ, ὅτι κάματον ἡμῖν φέρει τ̣οῦτ̣ο περὶ τοῦ Ἰωάννου̣ καὶ πε̣ρι`̣ το̣υ῀̣ Ἰηρεμί-ου, εἰ μὴ ἄρα ἐκείνην τὴν ἁμαρτίαν λάβῃς̣, καθ' ἣν εἴρηται· "πάντες ἥμαρ̣τ̣ον." οἶδας δέ, ὅτι διῄρησα αὐτό ποτε καὶ ἔλεγον, ὅτ̣ι οὐ πᾶσα ἁμαρτία βλάβη̣ν φέρει τῷ ἐνεργοῦντι, ὅτε καὶ εἰκόνι τοιαύτῃ κέχ̣ρημαι ὅτι ἔστω ζωγράφος μανθάνων τὴν τέχνην· πολλὰς εἰκόνας̣ γράφει οὐ καλῶς, καὶ οὐκ ἔστιν αὕτη ψόγον ἡ ἁμαρτία φέρουσα. διὰ τοῦτο οὐ καλῶς γράφει, ἵνα μάθῃ καλῶς γράφειν. πολλὰ δὲ δεῖ ἡμαρτημένως ποιῆσαι, ἵν' οὕτω τις εὐμαρῶς κατορθώσῃ τὸν σκοπόν, οὗ ἔχει ἔργου. λέγουσιν δὲ καὶ περὶ τῶν εὑρετῶν, ὅτι οὐκ ἦσαν οὕτως οἱ εὑρεταὶ ὡς οἳ πρότερον γεγένην̣ται ἢ αὐτοὶ ὅτε ἐνέμειναν. οἱ ζωγράφοι λέγονται γοῦν οι῾̣ π̣α̣λαιο̣ι´̣, ὁ´̣τι̣ τοσ̣οῦτον ἀπεοικότα ταῖς πρωτοτύποις μορφαῖς ἔγραφον, ὡς ἐπὶ γραφῆς τυγχάνειν τὴν εἰκόνα ἀμείνω. οὕτως οὖν εἴποις, ὅτι πᾶς ὁ γινόμενος ἐπὶ τῆς γῆς ἔχει ἁμαρτίαν ταύτην, οὐ τὴν ἐναντιουμένην τῇ ἀρετῇ, ἀλλὰ τὴν φέρουσαν ἐπὶ τὴν ἀρετήν. ἀμέλει γοῦν τὸν σπουδάζοντα γράφειν εἰκόνα, ἀρξάμενον δὲ τῆς τέχνης, ἐνίοτε κακῶς γράφοντα λέγομεν τοῦ ἤδη ἐνχρονίσαντος τῇ τέχνῃ κρειττόνως γράφειν, ἐὰν ἐκεῖνος ἐκ ῥαθυμίας α᾿̣μελῶς γράψῃ· καὶ ἐὰν συνκρίνῃς τὸ ποίημα τῷ ποιήματι, τὸ τοῦ ἀμελοῦς ἄμεινόν ἐστιν· ἐὰν δὲ εἰς τὴν προ αίρεσιν σκοπήσῃς, ἐκεῖνος μᾶλλον ἔγραψεν ὁ χειρόνως γράψας. οὕτω οὖν καὶ κατ' ἀναλογίαν ποσότητος λαμβάνομεν. τὸν δυνάμενον δέκα ἔπη ἐκμαθεῖν, ἐκμαθόντα δὲ δώδεκα λέγομεν· πολ̣λὰ ἐξέμαθεν·

About this text

Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.