Commentarii in Ecclesiasten Unit 8 opening
Unit 8.
Lemma-led open — μὴ κατ' ὀφθαλμοδουλίαν
Greek
οὖν καὶ σὺ σεαυτόν, εἰ οὐχ ἥμαρτές πο τε. τοῦτο γὰρ καὶ ὁ ἀπόστολος γράφει προτρεψάμενος τοὺς δούλους ὑπο κεῖσθαι τοῖς δεσπόταις "μὴ κατ' ὀφθαλμοδουλίαν", "ἀλλ' ὡς Χριστοῦ δούλους". λέγει· "καὶ ὑμεῖς οἱ δεσπόται τὴν ἰσότητα πρὸς τοὺς δούλους ἔχετε." ὁ ἔχων τὴν ἰσότητα πρὸς τοὺς δούλους οὐκ ἐπίκειται καὶ τὰς διαθέσεις αὐτῶν σκοπεῖ, ἀλλὰ τὸ ἔργον, τί γέγονεν· καὶ οὐκ ἀκαί ρως χρησόμεθα. φέρομεν οὖν ἔν τισιν εὐαγγελίοις· γυνή, φησίν, κατεκρίθη ὑπὸ τῶν Ἰουδαίων ἐπὶ ἁμαρτίᾳ καὶ ἀπεστέλλετο λιθοβοληθῆναι εἰς τὸν τόπον, ὅπου εἰώθει γίνεσθαι. ὁ σωτήρ, φησίν, ἑωρακὼς αὐτὴν καὶ θεωρήσας ὅτι ἕτοιμοί εἰσιν πρὸς τὸ λιθ̣οβολη῀̣σαι αὐτήν, τοῖς μέλλουσιν αὐτὴν κατα βαλεῖν λίθοις εἶπεν· "ὃς οὐχ ἥμαρτεν, αἰρέτω λίθον καὶ βαλέτω εαὐ τόν." εἴ τις σύνοιδεν ἑαυτῷ τὸ μὴ ἡμαρτηκέναι, λαβὼν λίθον παισάτω αὐ τήν. καὶ οὐδεὶς ἐτόλμησεν· ἐπιστήσαντες ἑαυτοῖς καὶ γνόντες, ὅτι καὶ αὐτοὶ ὑπεύθυνοί εἰσίν τισιν, οὐκ ἐτόλμησαν καταπταῖσαι ἐκείνην. ὅτι πλειστάκις πονηρεύσεται. "πλειστάκις πονηρεύσεται" τοῦ κακῶσαι. ἀλλὰ μὴ σκόπει σὺ τοῦ το. μέχρι βουλῆς αὐτῷ ἵσταται τὸ πρᾶγμα. εἰ δέ π̣οτ̣ε τ̣ῷ ὀ´̣ν̣τ̣ι̣ τ̣ο̣ι̣ο̣υ῀̣τ̣ο´̣ τι φανείη ὡς ἀληθῶς τολμήσαντος αὐτοῦ, τότε κωλυτέον αὐτόν, τότε ἐπιστατέον, οἷς λέγει βουλήμασιν α̣ὐτ̣ο̣υ῀̣. καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου, ὅτι ὡς καί γε σὺ κατηράσω ἑτέρους. "καθόδους πολλὰς" λέγει, ἃς ἔρχεται πολλάκις. ὁ δὲ πολλάκις ····· ····· ····τι ου᾿̣κ ἐνεργεῖ. καὶ ὅταν λέγω περί τινος, ὅτι· πολλάκις τυ····· ····· · σημαίνω, ὅτι οὐκ ἔτυψα. μέχρι τοῦ καρδίαν σου κακηγο ρῆσαι ····· ·. ὅτι ὡς καί γε σὺ κατηράσω 29 ἑτέρους. "πάντα ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ αὐτοῖς ποι̣ε̣ῖ τε." "ὃ μισεῖς, ἑτέρῳ οὐ μὴ ποίει." ὡς ἐμίσεις, ὅτε πολλάκις κατηρῶ, κα̣ι`̣ α̣ὐτ̣ὸς καταρᾶσθαι μίσει. καὶ τὸ τὸν δοῦλον ποιῆσαι γνωσθῆναι καὶ ἐν τούτῳ πο̣λλ̣····· ········ λαβε ἀπαίτει· ἐκ σεαυτοῦ τὴν συν χώρησιν λαβέ. πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ· εἶπα· σοφισθήσομαι, καὶ αὐτὴ ἐμ̣ακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν. ἐν τῇ σοφίᾳ τῇ δοθείσῃ μοι θεοπ̣έμπτῳ οὔσῃ ταῦτα̣ ἐπείρασα ἐγώ, ὁ ἐκκλησιάζων, ἐγώ, ὁ σοφός, ὁ παιδευτὴς̣ τῶν ε᾿̣π̣ι̣σ̣τ̣η̣μῶν, ὁ οὕτως προ̣ 224 άγων τοὺς λόγους̣, ὡς λυσιτελεῖ τοῖς μανθάνουσιν. ἵνα τὸν πειρασμὸν λάβωμεν, ὡς λέγουσιν αὐτὸν οἱ φρόνιμοι, πειραστι κὴ ἐπιχείρησις καὶ συλλογισμὸς πειραστικός ἐστιν οὗτος, ὅταν ἐκ τῶν δοξῶν τοῦ προσδιαλεγομένου λαμβάνωμεν τὰς προτάσ̣εις. οἷον ἐὰν λέγωμεν, εἰ ἀγαθὸς ὁ πλοῦτος ἢ οὐκ ἀγαθός, ουκ ἐκ τῶν δοξῶν τούτο̣υ̣, πρὸς ὃν ἔχο μεν τὸν λόγον, τὰς προτάσεις λαμβάνομεν, ἀλλ' οὐκ ἐκ τοῦ καθόλου. καὶ λέγομεν, ὅτι ἔστιν τῷ πλούτῳ δεόντως χρήσασθαι. ἔστιν τοὺς πλησίον εὐεργετῆσαι, ἄνδρας σοφοὺς θρέψαι, οὓς εἶπεν ὁ ἀπόστολος· "ταῖς χρεί αις τῶν ἁγίων κοινωνοῦντες." καὶ ἐκ τούτου κατεσκευάζομεν, ὅτι ἔστιν ἀγαθῶς τ̣ῷ πλούτῳ χρήσασθαι. ὁ ἕτερος ὁ λέγων, ὅτι οὐκ ἀγαθός, λέγει· πολλοὶ ἐκ πλούτου ἄσωτοι γεγένηνται, μοιχοὶ ὤφθησαν, καὶ ὅτι μέθαις σχολάζει ὁ πλούσιος, ὅτι ἐπιβουλεύσεται πολλάκις. ἐκ τῶν δοξῶν γὰρ τοῦ ἀποκρινομένου ποιούμεθα τὰς ἐπιχειρήσεις, κἂν μὴ ἄλλοι οὕτω δοξάζωσιν, ἀλλὰ αὐτὸς μόνος. καὶ λέγεται οὗτος ὁ συλλογισμὸς πειραστι κός· πείρας γὰρ ἕνεκα ἐπάγεται. καὶ ὁμοίως ἔχει τῷ λεγομένῳ παρὰ τοῖς γεωμέτραις ψευδογραφήματι· τοῖς μανθα´̣ν̣ουσιν καὶ δυναμένοις ἢ δηλοῖ ποτε̣ γν̣ωσ̣θῆν̣αι ·····ε̣ε̣ι̣σ̣ον̣ ····β̣εσθ···· ἐπιστήμης ἢ οὔ. ποιεῖ ψευδογράφημα ὁ γεωμέτρης καὶ ····· ····· ···· δ̣υ´̣ο̣ ψεύδη καὶ δίδωσιν ἐκείνῳ λῦσαι. ἐὰν ἐν τῇ λύσει ····· ····· ···· ε̣ὑ῀̣ρεν ἐτ̣εὰ κ̣αὶ πεῖραν ἔδειξεν τελειότητος. ἔστιν οὗτος ····· ····· ···ε γὰρ τιθεὶς λήμματα μεταξὺ τῶν λημμάτων ε᾿̣κ̣ε̣ι῀̣να τίθησιν ····· ····· ····
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.