Unit 8 rem early
Rem early: Unit 8; lemma and argument toward the thesis.
Greek
εἶπα̣· σ̣οφι̣σ̣θήσομαι. τὸ "εἶπα" ὧδε οὐ τὸ φωνεῖν μόνον σημαίν̣ει, ἀλλὰ τ̣ο`̣ ο̣ὕτω συνκα ταθέσθαι ὡς τὸ "οὐδεῖς λέγει· κ̣ύριος̣, κ̣ύριος̣, εἰ μὴ ε᾿̣ν πνεύματι ἁγί ω." τ̣ὸ λ̣ε´̣γειν ὧδε τὸ κυρίως ὁμολογῆσαί ἐστιν, τὸ πραγματικῶς λέγε̣ιν αὐτὸν κύριον δουλεύοντα αὐτῷ. καὶ ὧδε "εἶπα"· προσεθέμην τοῦτο τὸ σο φισθῆναι. τὸ ἀρτίως λεχθὲν παράδειγμα φανερὸν γίνεται· ἐν τ̣ούτῳ οὖν, ὅσο̣ν ἐνόμιζον ἔχειν τὴν σοφίαν, οὐκ ἔλεγον· "σ̣ο̣φ̣ι̣σ̣θ̣η´̣σ̣ο̣μ̣αι· νῦν δέ, ἀντὶ τ̣ο̣υ῀̣ λ̣ε´̣γε̣ι̣ν̣ ὅτι· "λείπο̣μ̣αι τῆς σοφίας", λέγω ὅτι· "σοφισθήσομαι· αὐτὴ 225 δὲ μακρὰν γίνεται ἀπ' ἐμοῦ, ὑπὲρ ὃ ἦν." ἐνόμιζον αὐτὴν μὴ πα´̣ντως μα κράν μου εἶναι, καὶ διὰ τοῦτο ἐσπούδασα πάντα πρᾶξαι πρὸς τ̣ὸ νῦν λαβεῖν αὐτήν. ὅτε δὲ τοῦτο πεποίηκα, μακρὰν γέγονεν ἀπ' ἐμοῦ. τῷ δὲ ὄν̣τ̣ι̣ ο̣ὐ μα̣κρὰν γέγονεν ἀπ' ἐμοῦ , ἀλλ' ἐμοὶ ἐφα´̣νη μακρὰν ὑπὲρ τὴν δ̣ιάστασ̣ι̣ν̣ μακρύν̣ε̣ι̣ν̣. κ̣α̣ι`̣ βαθὺ βάθος· τίς εὑρήσει αὐτήν; ἀντὶ τοῦ· μ̣ὴ ἔστι̣ν̣ ε̣υ῾̣ρ̣ίσκων αὐτήν. ἐπερ· οὐ λ̣έγ̣εις ἀναγωγήν· "μὴ δῷς καρδίαν σου"; ἠθικα`̣ μ̣έν ἐστιν. λη̣μπτε´̣ο̣ν δε`̣ το̣υ῀̣τ̣ο̣· δοῦλόν ἐστιν τῆς ψυχῆς τὸ σῶμα. τοῦτο οὖν λέγει· "μὴ δῷς τὴν καρδίαν σου" ἐπιστάνειν τοῖς κι νήμασιν τ̣οῖς φαύλοις τοῦ σώματος. φέρε εἰπεῖν, εἴ ποτε ἐπιστάνει, ὅτι ἱκανόν ἐστιν τὸ σῶμα ἐπαναστῆναι τῇ ψυχῇ δι' ἐπιθυμιῶν, διὰ παθῶν. μὴ δῷς οὖν τοῦτο ὥστε γνῶναι, τί λέγει, τι´̣ ἔλεγεν. τὴν ἀφορμὴν αὐτοῦ σκοπητέον. βλάπτει ὁ λόγος οὗτος, κατάρα ἐστίν. ε̣ι᾿̣ κ̣α̣τ̣α´̣ρ̣α δέ ἐστιν ὁ λόγος, εὐχὴ κακῶν ἐστιν. "ὁ ὑπωπιάζων τὸ σῶμα καὶ δουλαγωγῶν" μὴ δίδωσιν αὐτὸ τοῦ γνῶναι τὴν καρδίαν αὐτοῦ κατάσκοπον. ἐκύκλωσα ἐγὼ καὶ ἡ καρδία μου τοῦ γνῶναι καὶ τοῦ κατα σκέψασθαι καὶ ζητῆσαι σοφίαν καὶ ψῆφον. ἡ καρδία πολλάκις ἤδη εἴρηται ὅτι τὸν νο̣υ῀̣ν σημαίνει. ὁ νοῦς δὲ οὐ λοξῶς ο̣ὐδὲ ει᾿̣ς εὐθεῖαν χωρεῖ, ἀλλὰ περὶ ἑαυτὸν σ̣τ̣ρ̣ε´̣φεται. αὐτίκα γοῦν καί τινες τῶν ἔξω εἰρήκασιν, ὅτι αἱ νοήσεις ὥσπερ τροχοί εἰσιν καὶ κύκλοι στρεφόμενοι. ὅταν γὰρ ὁ νοῦς περὶ τὰ ἔξω τείνῃ ἑαυτὸν καὶ τῶν αἰσθητῶν θέλῃ φαντασίαν δέχεσθαι, οὐκ ἔστιν περὶ ἑαυτόν, οὐ στρέ φεται περὶ ἑαυτόν. ὅταν δὲ νοῇ καὶ ἑαυτῷ 30 ἐπιστάνῃ, αὐτός ἐστιν καὶ τὸ νοοῦν καὶ τὸ νοούμενον. ὁ γὰρ κατ' ἐνέργειαν νοῦς ἀεὶ τὸ νοεῖν ἔχει, καὶ οὐκ ἔστιν ὅτε χεῖται ἐπὶ τὰ ἔξω. ἐπερ· τὸ "ἐγὼ καὶ ἡ καρδία μου"; τὰ ἐκ πολλῶν συνκείμενα ἢ ἐπινοούμενα ἕκαστον τοῦ ὅλου λέγεται. ὁ ἄνθρωπος συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος καὶ πνεύματος, ὡς ἐὰν λέγῃ "ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα", μὴ πάντα ἄλλα λέγει τοῦ ἀνθρώπου. ἕκαστον δὲ ἕτερον αὐτοῦ ἐστιν, πάντα δὲ ἅμα ὁ ἄνθρωπός ἐστιν. τοῦτο καὶ ἐπὶ τοῦ σώματος πεποίηκεν ὁ ἀπόστολος, εἰ καὶ παρέμειξεν αὐτῷ τι νοητόν· "εἰ ὅλον", φησίν, "ὀφθαλμός ἐστιν καὶ 226 εἰ ὅλον ἀκοή, π̣ο̣ῦ τὸ σῶμα;" καὶ λέγει, ὅτι ἕκαστον μέλος καθ' αὑτό ἐστιν, ἅμα δὲ πάντα τὸ σῶμα. καὶ ἐπιπολαίως τὸ αὐτὸ ἔστιν ἰδεῖν. τὸ ὄνομα τῆς ψήφου ἐνταῦθα τὸν ἀριθμὸν σημαίνει. πολλά ἐστιν τὰ νοήματα· τὰ πολλὰ ἀπαρτίζει θεωρίαν μεγίστην. καὶ ῥηθείη ἂν ψῆφος ὡσανεὶ ἀριθμός. εἰ δὲ θέλοι τις καὶ τὴν ψῆφον λαβεῖν ὡς τὸ λεχθέν· "ἀναιρουμένων δὲ αὐτῶν κατήνεγκεν ψῆφον", τὴν μαρτυρίαν, καὶ οὕτως ἠθέλησεν "γνῶναι σοφίαν καὶ ψῆφον." εἰ ἐπιστήμη ἐστὶν ἡ σοφία θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτιῶν, ἕκαστον ὀφείλει νοῆσαι, καὶ ὣς ἔχει συνεψηφισμένην ὅλην τὴν γνῶσιν. καὶ τοῦ γ̣ν̣ω῀̣ν̣αι̣ ἀσεβοῦς ἀφροσύνην καὶ ὀχληρίαν καὶ περιφοράν. μέγα ἐστὶν γνω῀̣ν̣αι τὰ χείρονα, μὴ μὴν πρᾶξαι αὐτά. ἀδύνατόν ἐστιν κακίας ἀποστῆναι μὴ νοήσαντα αὐτήν. ἑτέρως δὲ λέγομεν μὴ γιγνώσκεσθαι ἁμαρτίαν τῷ μὴ ἁμαρτάνοντι ἀντὶ τοῦ· "οὐκ ἔχει πεῖραν ἁμαρτίας." οὕτως οὖν Ἰησοῦς οὐκ "ἔγνω α῾̣μαρτίαν", τουτέστιν οὐκ ἐπειράθη. ὁ δὲ βουλό μενος τῷ ὄντι ἀποσχέσθαι τῆς κακίας γνώσεται αὐτήν, ὅτι φαύλη ἐστὶν καὶ ὅτι κακίαν προξενεῖ τῷ ἐνεργοῦντι καὶ ὅτι "εἰς θάνατον καταβιβάζει" καὶ ὅτι προαιρετική ἐστιν καὶ δύναται ὑφ' ἡμῶν λυθῆναι. οὐκ ἔστιν κατ' οὐσίαν ὑπάρχουσα, οὐκ ἔστιν ὑπὸ κίνησιν ἄστρων ἐνεργουμένη. ἐὰν οὖν γνῶ ταύτην τὴν τοῦ ἄφρονος ἀφροσύνην, ἀφίσταμαι ἀπ' αὐτῆς, ἀποβάλ λω αὐτήν. καὶ τοῦ γνῶναι δι' ἀσεβοῦς εὐφροσύνην. τοῦτο λέγει· ἐὰν γνῶ, τίς ἐστιν ὁ ἀσεβής, καὶ ἀπόσχωμαι αὐτοῦ τού του̣, γιγνώσκω τὴν εὐφροσύνην. τὸ γὰρ "διά τινος" οὕτως ἀκούειν δεῖ· "διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας." ὁ εἰδὼς τὸν νόμον δι' αὐτοῦ εἴσε ται τὴν ἁμαρτίαν, δηλονότι καὶ τὴν ἀρετήν· ἀλλὰ τὴν μέν, ἵνα ποιῇ τὴν δέ, ἵνα φύγῃ. καὶ ὀχληρίαν καὶ περιφοράν. ἡ
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.