Unit 8 rem mid
Rem mid: Unit 8; lemma continues; reading with the letter.
Greek
ἀφροσύνη καὶ ἀσέβεια καὶ ὀχληρία εἰσίν. ἀμέλει γοῦν καὶ ὁ ἔξω φι λόσοφος τὰς σοφιστικὰς ἐνοχλήσεις εἴρηκεν. καὶ περιφορὰν δεῖ εἰδέναι, ὅτι δε̣ι῀̣ ταῦτα περιφέρειν, μὴ ἔχειν μόνιμα. κἄν ποτε συνστῶσιν ἐν τῇ ψυχῇ, οὐ δεῖ αὐτὰ ἔχειν, ἀλλὰ περιφέρειν καὶ ἀποστρέφεσθαι αὐτά. 227 καὶ εὑρίσκω ἐγὼ αὐτὴν πικρότερον ὑπὲρ θάνατον σὺν τὴν γυναῖκα, ἥτ̣ι̣ς ἐστὶν θηρεύματα. εὑρίσκω ἐγὼ αὐτήν, τὴν ὄχλησιν τὴν περίφορο̣ν, "ὑπὲρ θάνατον" ἀντὶ τοῦ· ὅτε πεῖραν αὐτῆς λαμβάνω, ἀποθνῄσκω· ὑπὲρ θάνατον αὐτὴν ἡγοῦμαι. εἰ δὲ ἡγεῖταί τις αὐτὴν θάνατον καὶ ἀπώλειαν ψυχῆς, παραι τήσεται αὐτήν, πεπαύσεται ἀπ' αὐτῆς. σὺν τὴν γυναῖκα, ἥτις ἐστὶν θ̣η̣ρ̣εύματα. δύναται καὶ αὐτὴν ταύτην τὴν γνώμην τὴν χειρίστην, ἣν ἀποβάλλει, ἣν εἶδεν μηδὲν ἕτερον ἢ θάνατον προξενοῦσαν, γυναῖκα εἰρηκέναι. πο̣λ λαχοῦ γὰρ τῶν θείων παιδευμάτων αἱ γνῶμαι καὶ ἡ ἕξις γυναῖκες λέγον ται̣ τῶν ἐχόντων ἐπὶ ἐπαινετῶν καὶ ψεκτῶν, ὡς ἐὰν λέγῃ· "η῾̣ Σοφι´̣α̣ τίκ τει ἀνδρὶ φρόνησιν" καὶ "ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα, οἱ υἱοί σου ὡς νε̣ο´̣φυτα ἐλαιῶν." ἐκ ταύτης τῆς γυναικὸς γεννήματα γίνεται ἀρρενικά, θ̣ρ̣ε̣π̣τ̣ι̣κὰ πυρὸς καὶ φωτός. τὸ γὰρ εὐλόγημα τούτων τῶν φυ τῶν τρέφει τὸ πῦρ καὶ τὸ φῶς. ψεκτῶς δὲ πάλιν λέγεται· "μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι", φησίν, "α᾿̣ποστάζει τῶν χειλέων γυναικὸς πόρνης, ἣ πρὸς ὀλίγον γλυκαίνει σ̣ο`̣ν φάρυγγα. ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις." εἶτα μεθ' ὁλίγα ἐπιφέρε̣ι̣· "τῆς δὲ ἀφροσύνης οἱ πόδες"· τὴν γυναῖκα ἀφροσύνην εἶπεν. διὸ καὶ π̣ρ̣ο`̣ς̣ σοφίαν αὐτὴν διέστειλεν. λέγει, ὅτι ἡ γυνὴ αὕτη, ἣν εἶπεν περιφοράν, ἣν εἶχεν ὀχληρίαν, θή ρευμά ἐστιν, οὐ θηρευόμενον. δυνατὸν δε`̣ καὶ τοῦτο εἰπεῖν, ὅτι μετέρ χεταί τις τὴν κακίαν, 31 οὐχ ὡς ἥμερόν τι, ἀλλ' ὡς ἄγριον θηρίον ἐπι σπώμενον ἑαυτῷ. δυνατὸν δὲ ὡς πρὸς τὸ ῥητὸν ἠθικοῦ παιδεύματος ἕνεκα λαβεῖν κατὰ τὴν ἱστορίαν τὴν φαύλην γυναῖκα σημαίνεσθαι. οἶδας ὅτι τὰ ἁμαρτήματα κατάλληλά τισιν τυγχάνουσιν. ὡς ἐπὶ τὸ πλεῖστον τὸ φορεύειν, τὸ περ περεύεσθαι σοφιστικῶς ἀνδρός ἐστιν, γυναικὸς δὲ τὸ ἐν ἀκολασίᾳ προκα λεῖσθαι. λέγει οὖν τὴν γυναῖκα ταύτην, ἣν λέγει πόρνην, ἣν λέγει "ἐπὶ δίφρου καθεζομένην" καὶ "προσκαλουμένην τοὺς παριόντας", θήρευμα εἶ 228 ναι. δέλεάρ ἐστιν, κἂν ἐπὶ γνώμης αὐτὰ λάβῃς, ἡ πανοῦργος καὶ ῥᾳδι ουργὸς γνώμη, καὶ σοφιστικὴ ἢ καὶ αἱρεθική· φαύλη γυνή ἐστιν. καὶ σαγῆναι καρδία αὐτῆς, δεσμο`̣ς εἰς χεῖρας αὐτῆς· ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς, καὶ ἁμαρτάνων συνλημφθήσεται ἐν αὐτῇ. σαγηνεύειν βούλεται τοὺς πλησιάζοντας. καὶ ἀπεναντίως ἔχει ἡ σαγήνη αὐ τῆς ᾗ Ἰησοῦς ἔβαλεν εἰς τὴν θάλασσαν. ἡ γὰρ πλοκὴ τῆς θείας παιδεύσεως καὶ τῆς εὐαγγελικῆς διδασκαλίας "σαγήνη ἐστὶν βληθεῖσα εἰς τὴν θάλασσαν καὶ ἀπὸ παντὸς γένους συνάγει." καὶ ἐπεὶ μὴ αἰσθητὴ ἡ σαγήνη, οὐδὲ τὰ σα γηνευόμενα αἰσθητά ἐστιν. ἐὰν οὖν λέγῃ, ὅτι "ἀπὸ παντὸς γένους," τοῦτο λέγει· "ἀπὸ παντὸς ἤθους ἀνθρωπίνου εἰς τὸν ἔνυδρον βίον ἐκπεπτωκότας." καὶ περὶ τοῦ διαβόλου λέγεται ἐν ἑνὶ τῶν δώδεκα προφητῶν–Ἀμβακοὺμ δέ ἐστιν οὗτος–"παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ ποι ήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγούμενον." λέγει γάρ· "συντέλειαν ἐν ἀνγίστρῳ ἀνέσπασεν καὶ συνήγαγεν ἐν τῇ σαγήνῃ αὐτοῦ. ἕνεκα τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ καὶ θυσιά σει τῷ ἀμφιβλήστρῳ αὐτοῦ. διὰ παντὸς ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ καὶ ἀποκτένειν ἔθνη οὐ φείσεται;" διαφόρως οὖν ἀγρεύει καὶ ὁ ἐχθρὸς ὥσπερ καὶ "ὁ τῆς σωτηρίας Λόγος." ὡς γὰρ σαγήνην ὁ Ἰησοῦς "ἔβαλεν εἰς τὴν θάλασσαν", καὶ "ὁ Πέτρος προσ τάττεται βαλεῖν." μερικαὶ δέ εἰσιν αἱ διδασκαλίαι, πρὸς ἕνα τὸν λεγό μενον ἰδίως ποιὸν ἑκάστου βλέπουσαι. ὅταν γὰρ ποικίλα ἔθνη συνάγῃ σαγήνῃ, ἔστιν· "διὰ παντὸς ἀποκτέννειν ἔθνη οὐ φείσεται." καὶ ἐπεὶ οἱ προίστορες τῶν ψευδοδοξιῶν θεοποιοῦσιν αὐτάς, ὡς θείᾳ τινὶ τέχνῃ ἢ ὡς θεῷ τινι θυμιάζουσιν. αὕτη οὖν ἡ γυνὴ λεχθεῖσα σαγήνας ἔχειν ἐν καρδίᾳ ἑαυτῆς διὰ τὸ πολυτρόπως αἱρεθίζειν καὶ ἐπισπᾶσθαι τοὺς ἀν θρώπους σαγήνη ἐστὶν τοῦ διαβόλου. ὧδε τὸ τοῦ Ἰὼβ θέλομεν νοῆσαι, ἵν' ἐξ ἐκείνου καὶ τούτου τὴν θεω ρίαν λάβωμεν. λέγει, ὅτι "πᾶν πλωτὸν συνερχόμενον οὐ μὴ ἐνέγκῃ μίαν βύρσαν οὐρᾶς αὐτοῦ, οὐδὲ πλοῖα ἁλιέων κεφαλὴν αὐτοῦ." εἶτα λέγει· "τίς ἀποκαλύψει ἔνδυμα προσώπου αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ 229 τίς ἂν εἰσέλθοι;" οὐδεὶς δύναται ἀποκαλύψαι τὸ πρόσωπον αὐτοῦ. πολυ
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.