Unit 11 rem close
Rem CLOSEOUT: Unit 11 CLOSEOUT.
Greek
τοὺς ψευ δοπροφήτας–"καὶ συνσκοτάσει" γὰρ "ἐπ' αὐτοὺς ἡ ἡμέ ρα". σὺ οὖν, ὦ ἄνθρωπε, προτρεπόμενος "πρωΐᾳ σπεῖρε, μὴ ἀφέτω ἡ χείρ σου" μέχρι τῆς "ἑσπέρας", ἵνα λάβῃς "θερισμὸν" ἄριστον παρὰ θεοῦ γνῶσιν· "φωτίσατε" γὰρ "ἑαυτοι῀̣ς φῶς γνώσεως, τρυγήσατε εἰς καρπὸν ζωῆς, ἕως οὗ ἔλθωσιν ὑμῖν γενήματα δικαιοσύνης". 11,6c ὅτι οὐ γιγνώσκεις, ποῖον στοιχήσεις τοῦ το ἢ τοῦτο. "οὐ γιγνώσκεις", φησίν, "ποῖον στοιχεῖ τοῦτο ἢ τοῦτο". ἐὰν "σπείρας" μὴ γεωργῇς, οὐκ οἶδας, εἰ φέρει καρπὸν ἢ οὐ φέρει. 328 δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν ὅτι ὁ αυ᾿̣τὸς "ἅμα" "σπείρει" καὶ "θερίζει", ὡς μὴ "στοιχῆσαι π̣ο̣ι̣ο`̣ν̣" πρῶτον καὶ "π̣οιὸν" δεύτερον "ἅμα" πάντων γινομένων. καὶ ἔλα βον χθὲς μαρτύριον τοῦ εὐαγγελίου ὅτι "ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων", ὡς τὸν αὐτὸν "καιρὸν" εἶναι καὶ "σπόρου" καὶ "θερισμοῦ", "θερισμοῦ" μὲν τῆς προ λαβούσης προκοπῆς, "σπόρου" δὲ τῆς μελλούσης δ̣ια δέχεσθαι. δύναται δὲ καὶ ἡ ἐπιδημία τοῦ ςωτῆρος τοῖς μὲν γεγονέναι "πρωΐα", τοῖς δὲ "ἑσπέρα"· "ἑσπέρα" μὲν τοῖς ἀπιστήσασιν, "πρωΐα" δὲ οἷς "ἀνέτειλεν" διὰ τῆς "πίστεως" καὶ τῆς "εὐσεβείας". καὶ τοῦτο δὲ ῥητέον· ἀδύνατόν ἐστιν ὀρθῶς διδάξαι μὴ μαθόντα. ἐν τῇ οὖν ἀρχῇ τῆς εἰσαγωγῆς τῆς παιδεύσε ως "σπεῖρε καὶ μὴ ἀφέτω ἡ χείρ σου" ὥστε δυνηθῆναι πά λιν ἔχειν γένημα καὶ "σπεῖραι" καὶ θρέψαι ἄλλους. τοιαύ τη τις εὐλογία φέρετα̣ι ἐν τῇ Γενέσει περὶ Παύλου· "Βε νιαμίν", φησίν, "λύκος ἅρπαξ τ̣ο`̣ πρωϊνὸν ἔδετα̣ι̣ καὶ τὸ ἑσπέρας διαδώσει τροφήν". "λύκος ἅρπαξ" ἦν, ὅτε "ἐδίωκεν τὴν ἐκκλησίαν καὶ ἐπόρθει αὐτήν"· αλλο? ······· τ̣η῀̣ς̣ καταστάσεως ἐκείνης καὶ λοιπὸν γέγονεν ἐκ τοῦ "Βενιαμὶν" τοῦ υἱοῦ τῆς δεξίας, τοῦ "υἱοῦ τῆς ἡμέρας", τοῦ υἱοῦ τῆς ἀναπαύσεως, τότε λοιπὸν "τὸ πρωῒ ἤσθιεν", ἐπαιδεύετο ἐν τῇ εἰσαγωγῇ τ̣ῃ῀̣ κατὰ τὴν πίστιν, "κ̣α̣ι`̣ τὸ ἑσπέρας διέδωκε τροφήν", "ἀπόστολος" γέγονεν, "διδάσκαλος ἐν πίστει καὶ ἀληθείᾳ ἐθνῶν". ἐπερ· τὸ οὖν "οὐ γιγνώσκεις"; –ἐπεὶ "ἅμα" εἰσίν, οὐκ ἔχεις γνῶσιν διαιροῦσαν τόδε ἀπὸ τοῦδε. τὸ "στοιχῆσαι" ὧδε σημαίνει τὸ συν καταθέσθαι. 11,6d7ab καὶ ἐὰν τὰ δύο ἐπὶ τὸ αὐτὸ ἀγαθά. καὶ γ̣λ̣υκὺ τὸ φῶς καὶ ἀγα θὸν τοῖς ὀφθαλμοῖς τοῦ βλέπειν σὺν τὸν ἥλιον. ̣11,6δ̣ ἐάν, φησίν, "σπείρῃς" ἀγαθῶς καὶ "θερίσῃς", "τὰ δύο ἀγαθὰ ἐπὶ τὸ αὐτὸ" γέγονεν. καὶ καλῶς̣ τ̣ελέ σας τὴν 45 προλαβοῦσαν προκοπὴν καὶ τὴν διαδεχομένην κα λῶς παρε´̣λ̣α̣βες. αὐτὸς οὖν Ἰησοῦς λέγει εἶναι "ἀρχὴ καὶ τέλος"· "ἐγώ", φησίν, "εἰμι τὸ ἄλφα καὶ τὸ ὦ, ἡ ἀρχὴ καὶ τὸ τέ λος", "ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὁ ζῶν καὶ ἐγενάμην νε κρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας". ὅρα πῶς αὐτὰ τα`̣ δοκοῦντα ἀντικείμεν̣α κ̣αὶ πρότερα κατ̣' ὕστε 329 ρα αὐτὸς εἶναι λέγει. λέγει γοῦν ὅτι "ἐγὼ ὁ πρῶτος καὶ ἐγὼ ὁ ἔσχατος", ἢ πρῶτον "ἐγὼ τὸ ἄλφα καὶ ἐγὼ τὸ ὦ". ἔστιν γράμματα, ἃ χαράττει τὸ πνεῦμα τὸ ἅγιον ἐν τῇ καρδίᾳ τῶν οὕτω παρεσκευασμένων. λέγει γάρ· "οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλ' ἐν πλαξὶν σαρκίναις ἐπιγράφω"· καὶ λέγει ταύτας γράφεσθαι ὑπὸ τοῦ ἁγίου "πνεύματος", ὑπὸ τοῦ "ζῶντος πνεύματος". αὐτὸς οὖν ἐστιν καὶ τὰ γράμματα τὰ θεῖα· ἐν ᾗ γράφεται ἡ "βίβλος τῶν ζώντων", ἐν ᾗ χαράττονται "τὰ ὀνόματα" τῶν ἀποστόλων "ἐν τοῖς οὐρανοῖς", ἐκεῖ ἐνπολιτογραφοῦσιν. λέγει οὖν "ἐγὼ τὸ ἄλφα καὶ ἐγὼ τὸ ὦ". διὰ τ̣ῶν ἄλλων ἐδήλωσεν ὅτι κ̣α̣ι`̣ τ̣ὰ ἄλλα ἐστίν. "ἀρχὴ" οὖν καὶ "τέλος" αὐτός ἐστιν. ἐξὸν οὖν αὐτοῦ μετέχειν "ἅμα", καθ' ὃ "ἀρχή" ἐστιν καὶ "τέ λος"· κατὰ ἄλλο μὲν "ἀρχή", κατὰ ἕτερον δὲ "τέλος". καὶ ὥσπερ τὸν αὐτὸν λέγομεν "ἀμνὸν" καὶ "ποιμένα" καὶ οὐ μάχεται ταῦτα, οὕτω λέγομεν καὶ "ὁδὸν" καὶ "θύ ραν" καὶ οὐκ ἀντίκειται ταῦτα. οὕτως αὐτὸς λέγεται "ἀρχὴ" καὶ "τέλος". "ἀρχή" ἐστιν ὡς "θεμέλιος" τῆς "θείας οἰκοδομῆς" καταβαλλόμενος· "θεμέλιον γὰρ ἄλ λον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον". αὐτὸς δέ ἐστιν ἡ "κεφαλὴ τῆς γωνίας"· αὐτὸς ὁ "τεθει`̣ς̣ θεμέλιος" "γέγονεν κεφαλὴ τῆς γωνία̣ς̣" συνάπτων· ἡ "γωνία" δὲ δύο τοίχων συναφή ἐστιν. ὡς οὖν συνήχθη σαν αἱ δύο διαθῆκαι καὶ οἱ δύο λαοὶ καὶ ἡ ἐκκλησία μία γέγονεν "κεφαλῇ" τῷ Χριστῷ χρωμένη, γέγονεν καὶ "τέλος". ἰδοὺ "ἀρχὴ καὶ τέλος", "πρῶτος καὶ ἔσχατος". τὸ "πρῶτον" ὧδε κατὰ τιμὴν λάβε· εἰσὶν "ἐν τῇ ἐκκλησίᾳ" τὰ πρωτεῖα φερόμενοι οἷον "ἀπόστολοι, προφῆται"· εἰσὶν καὶ τὰ ἄλλα ἔχοντες οἷον "χάρισμα ἰαμάτων, ἀντίλημψιν, κυβέρνησιν, γλῶτταν". πάντα
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.