Commentarii in Job · §u12-rem-early

Unit 12 rem early

Rem early: Unit 12; lemma and argument toward the thesis.

Greek

συμπάθειαν καὶ πρὸς τὸ μὴ χαυνοῦσθαι τὰ ῥητά. "τί γάρ; μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι, ὥστε με σῶσαι ἐκ χειρὸς ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσεσθαί με;" τὸ ἄλογον τῆς ἐπιπλήξεως τῆς κα θ' ἑαυτοῦ ἐλέγχων φησὶν ὅτι· εἰ μὲν ἐμοῦ ἐξαιτουμένου παρ' ὑμῶν τι οἷον εὐχὴν εἰς θεὸν ἐφάσκεστε μὴ δύνασθαι ἀνενεγκεῖν τὴν ὑπὲρ ἐμοῦ εὐχὴν διὰ τὸ ἐν ἁμαρτίᾳ εἶναι, λόγον τινὰ εἶχεν. ἐπεὶ δὲ τοῦτο οὐ γέγονεν, μάταιος ὁ κατ' ἐμοῦ ἔλεγχος. καὶ τοῦτο αὐτὸ ἔχομεν ἐν τοῖς θείοις γράμμασιν. γίνεται γάρ ποτε εὐχὴ ἐπὶ τῶν ἐπιτηδείως ἐχόντων εἰς μετάνοιαν, ὑπὲρ δὲ τῶν ἀντιτεινόντων οὐκ ἔχει λόγον τὸ γινόμενον. αὐτίκα γοῦν καὶ τῷ προφήτηι φησὶν ὁ θεός· "καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου." καὶ ἐφεξῆς τὸν λογισμόν φησιν τοῦ μὴ δεῖν ἀναφέρειν πρὸς αὐτὸν εὐχὴν λέγων· "οὐχ ὁρᾷς τί οὗτοι ποιου῀̣σιν; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα καὶ οἱ πατέρες καίουσιν πῦρ καὶ αἱ γυναῖκες ποιοῦσιν χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ", κοινῷ ἁμαρτήματι κοινὴν σπουδὴν εἰσαγαγόν181 τες· διόπερ μὴ προσεύχου περὶ αὐτῶν. δεῖ οὖν, εἴ ποτε πρεσβεία θεῷ ἀναπέμπεται ὑπὸ ἁγίου περί τινος, συντρέχειν κἀκεῖνον ὑπὲρ οὗ ἡ πρεσβεία γίνεται. ἐὰν γὰρ ἐναντίως τῷ πρεσβεύοντι ποιῇ, ὅμοιόν τι ποιεῖ περὶ ὧν λέγεται· "εἷς οἰκοδομῶν καὶ εἷς καθελών. τί ὠφέλησαν πλέον ἢ κόπους;" ἄλλως τε καὶ ὡσανεὶ καταισχυνεῖται ὁ πρεσβεύων. τούτου μαρτυρία τὰ κατὰ Μωσέα· ἀνελθόντι γὰρ αὐτῷ πρὸς θεὸν εἴρηται τοῦ λαοῦ κάτω παραβαίνοντος· "σπεύσας κατάβηθι· ὁ λαός σου ἥμαρτεν." καὶ παρατήρησαι τὸ εἰρημένον· ὅτε γὰρ ἐπέμπετο καὶ ἄρξαι αὐτῶν καὶ στρατηγῆσαι καὶ νομοθετῆσαι, αὐτὸς ὁ θεὸς ἐκ προσώπου τοῦ ἰδίου λέγει· "πορεύου καὶ ἐξάγαγε τὸν λαόν μου." ἄξιος γὰρ ἦν αὐτοῦ λαὸς εἶναι. ὅτε ἀπέστη τῆς πρὸς αὐτὸν εἰλικρινοῦς θεραπείας, οὐκέτι θεοῦ ἀλλ' ἀνθρώπου ἐστίν. φησὶν γάρ· "ὁ λαός σου ἥμαρτεν", καὶ οὐ τούτῳ φιλανθρωπευόμενος. ἑαυτοῦ γὰρ ἀνάξιον τὸν λαὸν θεασάμενος οὐ παντελῶς ἀπέρριψεν, ἀλλὰ πάλιν αὐτὸν ὑπὸ Μωσέα ἀφίησιν, ἀνάγων αὐτὸν εἰς τὴν περὶ αὐτοῦ κηδεμονίαν διὰ τοῦ λέγειν· "ὁ λαός σου", ἵν' οὕτω πρεσβεύσηται ὑπὲρ αὐτῶν καὶ πάλιν αὐτοὺς ἐπιστρέψῃ ἐκ τῆς πλάνης, ὃ καὶ γέ182 γονεν. εἶπεν γοῦν εὐχόμενος· "εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες. εἰ δὲ μή, ἐξαλεῖψον κἀμὲ ἐκ τῆς βίβλου σου ἧς ἔγραψας." ὅμοιον τούτῳ Παῦλος λέγει· "ηὐχόμην γὰρ ἐγὼ ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα." καὶ ὅτι προθέσει ἀγαθῇ οἱ ἅγιοι ὑπέρ τινων εὔχονται, κἂν φαῦλοι ὦσιν, 50 μάλιστα ὅταν ἐνοῦσαν ᾐ῀̣ α̣ὐτοῖς εἰς μετάνοιαν ἐπιτηδειότητα θεάσασθαι, ταῦτα εἴρηται. ἐμφαίνει δὲ τό· "μή τι ὑμᾶς ᾔτησα;" καὶ τὸ ἀδυνάτους αὐτοὺς εἶναι ἐπαμῦναι· οἶδα γὰρ ὅτι θεοῦ μόνου ἐστὶν τὸ σῶσαι τοῦ καὶ τὴν συγχώρησιν δεδωκότος. ἐπιστημονικῶς γὰρ οἱ ἅγιοι καὶ τὰς αἰτήσεις ποιοῦνται. "διδάξετέ με, ἐγὼ δὲ κωφεύσω. εἴ τι πεπλάνημαι, φράσετέ μοι." καὶ τοῦτο μετὰ πλείστης ὅσης πραότητος ὁ ἅγιος παιδεύει αὐτούς, πῶς χρήσωνται λόγοις πρὸς τοὺς ἐν περιστάσει λέγων· διδάσκειν ὀφείλετε, οὐκ ἐλέγχειν ἀκαίρως, εἰ μὴ καὶ τοῦτο πρὸς παίδευσιν ποιεῖ κατὰ τὸ λεγόμενον ὑπὸ Παύλου· "ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον". ἔτι δὲ καὶ μετριότητος χαρακτὴρ ὑπάρχων ἀπαιτεῖ καὶ παρὰ τοιούτων λόγον διδασκαλί183 ας, μή που εὕρῃ τι χρήσιμον. εἰ δὲ οὕτω ποιεῖ ὁ ἅγιος, οὐ δεῖ τινα ὑπερηφανεύεσθαι καὶ ὀκνεῖν παρ' ὁτουοῦν παιδεύεσθαι. "ἀλλ' ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα." ἔλεγχός ἐστιν οὗτος κατὰ τῶν ὑπερορώντων τὰς τῶν δικαίων ἢ ἄλλως ὀρθῶν ἀνθρώπων γνώμας, ὅπερ ὑπερήφανοι ποιεῖν εἰώθασιν, οὐ γνώμῃ καὶ βίῳ προαιρέσει ὀρθῇ προσέχοντες, ἀλλὰ τοῖς ἔξωθεν κατὰ τὸ εἰρημένον· "πλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν καὶ ᾔνεσαν τὸν λόγον αὐτοῦ, πτωχὸς ἐλάλησεν καὶ εἶπαν· «τίς οὗτος;»." καὶ δῆλα ταῦτα ἐκ τῆς ἐν̣αργείας. δῆλον δὲ ὅτι ἀληθινὸς ἦν ὁ μακάριος, ὃ καὶ θεὸς μαρτυρεῖ. τὸ δὲ "φαῦλα" ἀντὶ τοῦ εὐτελῆ, λε γομένου ποτὲ τοῦ φαύλου ἀντὶ κακοῦ. "οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι." τοῦτο σύμφωνον τοῖς ἄνω, ἔνθα ἔλεγεν· "τί γάρ; μή τι ὑμᾶς ᾔτησα;" διὰ μέσου εἰρημένου τοῦ· "διδάξετέ με" ἕως τοῦ· "ἀλλ' ὡς ἔοικεν". καὶ α̣ὐτοῖς οὖν ἐκείνην τὴν διάνοιαν ἐφαρμοστέον. "οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει." λόγος γὰρ χωρὶς ἔργων προφερόμενος ἀβέβαιός ἐστιν καὶ ἄπιστος, ἄλλως τε καὶ μὴ ἀληθῶς προϊὼν ἔτι τὸ ἀσθενὲς ἔχει. 184 φησὶν ὅτι· ὑμεῖς τοιούτωι ἐλέγχωι χρώμενοι οὐ παύετέ με οὔτε τοῦ τὰ ἀληθῆ προφέρειν οὔτε

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.