Unit 12 rem close
Rem CLOSEOUT: Unit 12 CLOSEOUT.
Greek
ἐπιπέμπεται–καὶ κοινωνῶν τῷ προτέρῳ φίλῳ κατὰ τὸ μίαν αἰτίαν θέσθαι τῶν ἐπιπόνων ποιεῖται πρὸς τὸν Ἰὼβ τοὺς λόγους. ἔδει δὲ λογίζεσθαι, ὅτι ὅσα κακώσεώς εἰσιν, οὐ μόνοις φαύλοις, ἀλλὰ καὶ σπουδαίοις συμβαίνει· ἀδιάφορα γάρ. καὶ ἔτι πλέον ἔδει ἐννοεῖν, ὅτι θαυμαστότερος ὁ δίκαιός ἐστιν ὑπομένων θλίψεις καὶ πόνους. ἐπιτιμᾶ οὖν καὶ οὗτος τῷ μακαρίῳ λέγων· μέχρι τίνος–μονονουχὶ λέγων· ἕως πότε; –οὐκ ἐννοεῖς τὴν αἰτίαν τῶν πόνων; καὶ πολυλογίαν δὲ αὐτῷ ἐπικαλεῖ, ὃς ὤφειλεν πλέον αὐτὸν θαυμάζειν, ὅτι καθάπερ τῶν πόνων ἐπιλαθόμενος περὶ δογμάτων ἐποιεῖτο τούτους λόγους, ὧν οἱ φίλοι ἠγνόουν οὐδὲ εἰς ἔρευναν ἑαυτοὺς ἐπιβάλλοντες, καίτοι μη212 δὲν ἐξ ἀνιαρῶν συνεχόμενοι. εἶτα ἔτι βεβαιῶν ἑαυτοῦ τὴν διάλημψιν ὡς καὶ αὐτῷ λογισμὸν προσάγων λέγει· "μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;" ταραχὴ γὰρ ἦν τῆς δικαιοσύνης κατὰ τὴν αὐτῶν ὑπόλημψιν, εἰ δίκαιος ὢν ἔπασχεν. ἀλλὰ ταῦτα ἀγνοοῦσιν· πρὸς γὰρ ἀνάδειξιν καὶ σκοπὸν ἀνδρείας ἡ κατ' αὐτοῦ συνχώρησις γέγο νεν. εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. συνχεῖ καὶ οὗτος τὸν λόγον καὶ συν περιφέρεται τοῖς δόγμασιν λέγων ὅτι· εἰ καὶ μὴ αὐτὸς ἥμαρτες, ἀλλ' οἱ υἱοί σου, οὐ προσνοήσαντες ὅτι ἕτερος ὑπὲρ ἑτέρου οὐκ ἂν κολάζοιτο. ἀλλὰ 52 καὶ τοῦτο τυχὸν ὑπέκρουεν, ὅτι διὰ τὰς ἰδίας ἁμαρτίας ἀπεστάλη ἐν χειρὶ αὐτῶν ἀνομία, αἰνιττόμενος τὰ τῆς πτώσεως καθ' ἣν τὰ τέκνα αὐτοῦ ἀπώλοντο. υἱοῦ δὲ μνημονεύει ἀπὸ τοῦ ἀρίστου μέρους τὸν λόγον ποιούμενος· εἶχεν γὰρ καὶ θυγατέρας Ἰώβ. ἐμφαίνοι οὖν, ὅτι υἱῶν ἁμαρτόντων καὶ πολλὴν ὠφέλειαν ἐκ τοῦ Ἰὼβ ἐχόντων δῆλον, ὡς καὶ θυγατέρες ἥμαρτον. κατ' αὐτὸν δὲ πάλιν καὶ τὴν διάλημψιν αὐτοῦ καὶ ταῦτα ἐκλημπτέον. σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος· εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης. μαχόμενα καὶ ἐν τούτοις λέγει. εἰπὼν 213 γὰρ ὅτι "ἀπέστειλεν «ἐν» χειρὶ ἀνομίας τῶν υἱῶν σου", αὐτῷ φησι_6_ν6· "σὺ ὄρθριζε πρὸς κύριον· εἰ καθαρὸς εἶ, δεήσεως καὶ ἐπακούσεταί σου". πῶς γὰρ καθαρός, περὶ οὗ διελάμβανεν, ὅτι δι' ἁμαρτίας ἀνιᾶται; –μάλιστα, ὅτι ἐπάγει· "ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης", ἀντὶ τοῦ· δώσει σοι ὡς καθαρῷ πάλιν τὰ ἡδέα ἀποκαθιστὰς αὐτά. ἔχομεν δὲ τὸ καθαρὸν σημαινόμενον ἀντὶ τοῦ ἐναρέτου, καθὸ καὶ εἴρηται· "μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ"· καθὸ εἴρηται διὰ γὰρ τοῦτο καθαροί εἰσιν, ὅτι οὐκ ἔχουσι τὴν ἐκ κακίας ἀκαθαρσίαν· «καθὸ εἴρηται» περὶ τῶν φαύλων· "συντρίβεται δὲ δι' ἀκαθαρσίαν ψυχῆς"· καὶ ἔτι περί τινος· "ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς." τοιοῦτοι δέ εἰσιν καὶ ὧν "οἱ πόδες ἐπὶ πονηρίαν τρέχουσιν". εἰ δὲ ἀποκαθίσταται αὐτῷ ἡ δικαιοσύνη, νῦν οὐκ ἔχει αὐτήν· εἰ δὲ νῦν οὐκ ἔχει, πῶς καθαρός ἐστιν; ἢ πῶς ἀμφιβάλλει, ὅτι καθαρός ἐστιν, διακείμενος, ὅτι περιπίπτων περιστάσεσιν ἁμαρτωλὸς ὑπάρχει; αὕτη δὲ ἡ ἐναντιότης αὐτῶν ἠκολούθησεν ἐκ τοῦ ἐσφαλ μένην ἀρχὴν θεῖναι, ὅπερ πάσῃ αἱρέσει ἕπεται. λέγων γὰρ τῷ ἐν κακοπραγίᾳ· "εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου καὶ ἀποκαταστήσει σοι δίαιταν δικαιοσύνης", δείκνυσιν, ὅτι ἐνεχώρει 214 τὸν ἀγαθὸν καὶ ἀληθινὸν ὑποπεσεῖν τούτοις· ᾧ ἀναγκαίως ἕπεται, ὅτι οὐ πᾶς ὁ ἐν περιστάσεσιν ὢν φαῦλός ἐστιν καὶ ἐν ἁμαρτίαις· ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. πάλιν καὶ νῦν τῇ ἀρχῇ ἑαυτοῦ μάχεται· ὡς γὰρ ἑπόμενον λαμβάνει, ὅτι τῷ καθαρῷ μετὰ ἀλγηδόνας ὁ θεὸς ἀποκαθίστησιν τὰ ἡδέα πολυπλασίως. φαίνεται γὰρ διὰ τούτων εἰσάγειν τὸν τρόπον τῆς ἐπ̣αγωγῆς τῶν ἀνιαρῶν, ὃν οὐ πρότερον ἐτίθετο, δι' ὧν φησιν εἶναι "τὰ ἔσχατα αὐτοῦ ἀμύθητα" δηλονότι ὡς γενναίως ὑπομείναντος, εἰ μή πού τις λέγοι, ὅτι μετανοήσαντι αὐτῷ ταῦτα λέγει συμβῆναι ἐκ τῆς πρὸς θεὸν εὐχῆς· ἀλλὰ τοῦτο «οὐ» συνχωρεῖ τὸ λέγειν· "εἰ καθαρὸς εἶ", καίτοι πρὸς ἀντιδιαστολὴν τὸ εἰρημένον τό· "σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα." ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων. βεβαιῶσαι βούλεται τὸν ἑαυτοῦ λόγον ἐκ τῶν προτέρων ἀνδρῶν ἢ συγγραμμάτων, ἃ περιεῖχεν τοὺς βίους αὐτῶν. οὐδὲν γὰρ ἀπεικὸς καὶ γράμματα εἶναι, μάλιστα διὰ τὸ λέγεσθαι· "τίς ἂν δῴη γραφῆναι τὰ ῥήματά μου;" καὶ τὰ ἑξῆς· ἄλλως τε καὶ νόμοι ὑπῆρχον, καθ' οὓς καὶ οὗτοι ἦρχον, οἱ φίλοι φημί. 215 χθιζοὶ γάρ
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.