Unit 12 rem mid
Rem mid: Unit 12; lemma continues; reading with the letter.
Greek
ἀποκάμνειν πρὸς ἀρετήν. "οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι." καὶ τοῦτο ἀνδρείας· πολλοὶ γὰρ πολλάκις τῶν ἐν περιστάσεσιν φορτικῶν ἀκούοντες λόγων ἀποκάμνουσιν, ὥστε καὶ δι' αὐτοὺς ἐξασθενεῖν. ἀλλ' ὁ ἅγιος οὔτε τὸν ἔλεγχον τὸν ἀπὸ τῶν φίλων οὔτε τοὺς λόγους πρὸς ὀλιγωρίαν ἐδέξατο, ὅλως μηδὲ τὴν ἀρχὴν καταδεχόμενος αὐτὰ ὡς δυνάμενα αὐτὸν σεῖσαι. "πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν." διὰ τοῦτο οὐ δέχομαι ὡς ὀρθοὺς γινομένους τοὺς παρ' ὑμῶν ἐλέγχους, ὅτι καθάπερ ὀρφανῷ καὶ ἀβοηθήτῳ ἐπιπίπτετε μὴ ἐνορῶντες ἁπάντων βοηθῷ, ἀλλὰ καὶ ἐνάλλεσθε ἐπὶ φίλῳ τὰ τῆς φιλίας καθήκον τα μὴ ἐπιγιγνώσκοντες. ὠφέλιμον τὸ ῥητὸν πρὸς τὸ μὴ ἐπεμβαίνειν ταῖς ἑτέρων δυσπραγίαις. "νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι." διδακτικὸν τὸ ῥητὸν πρὸς τὸ μὴ περὶ ἀπόντων προφέρειν λόγους καταλαλιᾶς, ἀλλ' εἰς πρόσωπον λέγειν ἃ δεῖ. εἴρηται γάρ· "μὴ καταλάλει μηδὲ ἡδέως ἄκουε κα185 ταλαλοῦντος." εὐπαρρησίαστον δὲ καὶ τὸ λέγειν· "οὐ ψεύσομαι", καθὰ καὶ Παῦλος· "ὅτι οὐ ψεύδομαι". "καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον. καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε." ἐπιτρεπτικὰ ταῦτα καὶ ἀνεξίκακα παιδεύοντα σχολῇ καὶ προσοχῇ, ὃ δηλοῦται διὰ τοῦ "καθίσατε", καὶ ἐξετάσει φθέγγεσθαι. τοῦτο καὶ ἀλλαχόσε εἴρηται· "πρὶν ἐξετάσῃς μὴ μέμψῃ." μέγα δὲ καὶ τὸ ἐπίταγμα τό· "μὴ εἴη ἄδικον." μέγα γὰρ τὸ μὴ ἐν λόγῳ ἀδικεῖν καθὸ εἴρηται· "εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σ̣ῶμα." "πάλιν τῷ δικαίῳ συνέρχεσθε." τὸ πάλιν ὡς πρότερον αὐτῶν ὅτε οὐκ ἦν ἐν περιστάσει συνερχομένων παιδεύει, ὅτ̣ι δεῖ αὐτοὺς μὴ ἐκ τῆς τῶν θλιβηρῶν ποιεῖσθαι ἀνάγκης τὴν ἐπίκρισιν, ἀλλὰ πρὸς τὸ δίκαιον ἀποβλέποντας. εὐλαβῶς δὲ καὶ τὴν ὑπόσχεσιν ἀποπληροῖ λέγων· "εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι", παραινῶν αὐτοῖς σχολάσαι τῆι ζητήσει τοῦ δ̣ικαίου. 51 209 μ̣ι̣······. ἐπειδὴ τοὺς ἐν κακώσει ὑπάρχοντας ὡς ὀφείλοντας ἐντυγχάνειν τῷ θεῷ περὶ ἁμαρτίας ὡς ἂν ταύτης αἰτίας οὔσης τῶν ἀνιαρῶν ἐνόμιζον οἱ φίλοι, εὔχεται, ὅπως γνωρίσῃ αὐτοῖς, διὰ τί αὐτὸν ἔθετο κατεντευκτὴν ἑαυτοῦ, ὅτι δι' ἀγῶνα καὶ οὐ διὰ ἁμαρτίαν· οὐ γὰρ πᾶς ὁ ἐντυγχάνων θεῷ δι' ἁμαρτίας τοῦτο πάσχει. εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; δοκῶ φορτίον εἶναι ἐπὶ σοί· βαροῦσι γάρ με λέγοντες ὅτι· δι' ἁμαρτίας πάσχεις. καὶ διὰ τοῦτο τρόπον τινὰ φορτίον σοι ἐκεῖνοι δι' ἐμὲ ἐπιτιθέασιν ὡς κολάζοντος τὸν ἀνεύθυνον. ἐγὼ δὲ λέγω, ὅτι οὐ κολάζεις με, ἀλλὰ γυμνάζεις, κἂν ἐκεῖνοι ἀδιακρίτως νομίσωσιν πάνθ' ὁντινοῦν τὸν πεῖραν δεχόμενον ἀηδῶν δι' ἁμαρτίας πάσχειν. καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας; ἐπιζητεῖν τὰ κατ' αὐτὸν διδάσκει τοὺς φίλους καὶ λογίζεσθαι, «ὅτι», εἰ καὶ ἥμαρτέν τι, ἀλλ' ὁ φιλ άγαθος θεὸς παρορᾷ τὰ πταίσματα ὡσπεροῦν καὶ τὰ τῶν φίλων, εἴ γε οὐκ ἔπασχον αὐτοί, ἵν' ἐκ τούτου νοήσωσιν, ὡς οὐ διὰ ἁμαρτίας, ἀλλὰ δι' ἀγωνίσματα πάσχει. πεῦσις δέ ἐστι καὶ ταῦτα εἰσάγουσα ἐκείνους 210 εἰς σύννοιαν καὶ οὐκ ὀλιγωρι´̣α τοῦ δικαίου, ὡς εἰρήκαμεν, ὅπως αὐτὸν διὰ τὴν ἑαυτοῦ ἀγαθότητα καθάρῃ μὴ παρατηρούμενος τὰ κατ' αὐτόν· καθαρισμὸς δὲ ὑπὲρ ἁμαρτίας γίνεται οὐχ ἑπομένης κολάσεως. νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. τὴν τῶν οὐκ ὀρθῶς διαλαμβανόντων ἐξηγεῖται διάθεσιν ὅτι· εἰ ἁμαρτωλόν με καὶ διὰ ἁμαρτίαν πάσχοντα οὗτοι ἐκλάβωσιν, ὡς μηδενὸς ὄντος μετὰ ταῦτα οὕτω με βεβιωκέναι νομίζ̣ουσιν "ἐν τῇ ζωῇ ταύτῃ μόνῃ ἠλπικότα", καὶ κατ' αὐτούς, εἰ ἀπέλθοιμι εἰς γῆν, οὐκέτι ἔσομαι· καὶ διαδεχομένης ἡμέρας οὐκέτι ἔσομαι· οὐδ' ὅλως γάρ με κατ' αὐτοὺς διαδέξεται ἕτερος αἰών. ἀλλὰ ἁγίου φωνή ἐστιν, ἐφ' ᾗ καὶ ὁ μακάριος ἤλπιζεν, λέγοντος· "ἐξεγερθήσομαι ὀρθρίου", καὶ πάλιν· "«ἐκ» νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός", καί· "ὁ θεός, ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω"· ὅπερ καὶ τὸ καθ' ἡμέραν ἐπαγρυπνεῖν δηλοῖ καὶ τὴν ἀπὸ τοῦ αἰῶνος τούτου εἰς τὸν μέλλοντα αἰῶνα ἔγερσιν. εἴποι δ' ἄν τις πιθανῶς ὅτι· ἕως ἐν τοῖς σκυθρωποῖς εἰμι, ἐν νυκτὶ τυγχάνω, ὀρθρίσας δὲ καὶ ἐν ἡμέρᾳ γενόμενος οὐκέτι εἰμὶ ἐν περιστατικοῖς. ὡς καὶ 211 πρότερον δὲ ἐπεσημηνάμεθα, οὐκ ἐξ ὀλιγωρίας ταῦτα φθέγγεται· ἦ γὰρ ἂν οὐκ ἐμαρτυρεῖτο ὡς δίκαιος. ὑπολαβὼν δὲ βαλδὰδ ὁ Σαυ_6_χ_ί6της λέγει· μέχρι τίνος λαλήσεις ταῦτα; πνεῦμα πολυρῆμον τοῦ στόματός σου. μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; τῆς αὐτῆς τῷ φθάσαντι διαλήμψεως ὑπάρχων καὶ οὗτος–τῆς ὅτι δι' ἁμαρτίας τὰ κακωτικὰ πάντως
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.