Commentarii in Job · §u14-rem-close

Unit 14 rem close

Rem CLOSEOUT: Unit 14 CLOSEOUT.

Greek

εἰ῀̣ναι καὶ βασιλεῦσιν καὶ ἰδιώταις. ἔοικεν δὲ καὶ διεγείρειν αὐτο»ὺς» πρὸς τὸ μὴ νομίζειν, ὅτι δι' ἃ περίκεινται ἀξιώματα τῶν ὁμοίων ἀπηλλάγησαν· ταῦτα γὰρ κοινὰ καὶ σπουδαίῳ καὶ φαύλῳ καὶ ἐλευθέρῳ καὶ δούλωι καὶ ἰδιώτῃ καὶ ἄρχοντι καὶ ἁπαξαπλῶς ἅπασιν. τὰ δὲ διὰ φαυλότητα ε᾿̣π̣ιπεμπόμενα ἴδια τῶν ἁμαρτ»αν»όν»τ»ων καθέστηκεν κεχωρισμέ να πάντῃ τῶν δικαίων· "τίμιος" γὰρ "ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ." περὶ δὲ τῶν φαύλων εἴρηται· "θάνατος ἁμαρτωλῶν πονηρός." καὶ τὸ μὲν τῆς διαλύσεως τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ταὐτόν· διαδέχεται δὲ τὸν φαῦλον κόλασις, ὡς διὰ τοῦτο εἶναι αὐτοῦ τὸν θάνατον ἐξαίσιον, τὸν δὲ σπουδαῖον ἐπαγγελία καὶ ἀμοιβαὶ θεῖαι διαδέχονται· "ἀναλαμβάνων" γὰρ "πραεῖς ὁ κύριος." καὶ ἑκάστῳ τῶν δικαίων ὁμοία φωνή, καθ' ἣν λέγουσιν· "ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου." ποίου δὴ θανάτου ἢ τοῦ κατασπῶντος τὴν ψυχὴν ἀπὸ τῆς μακαρίας ζωῆς; οὗτος γὰρ ἐκ τῶν πυλῶν τοῦ θανάτου ὑψωθεὶς εἰς τὰς πύλας ἔρχεται τῆς μακαρίας ζωῆς ἑξῆς ἐπιφέρων· "ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις 253 σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σίων." αὕται δέ εἰσιν ἐνάιρετοι πράξεις καὶ εἴσοδοι εἰς τὰ ἀγαθὰ ἔργα. ἀλλὰ δίκαιοι καταγελῶνται, παραδέδονται δὲ εἰς χεῖρας ἀσεβοῦς. οἱ μὲν φαῦλοι, φησίν, τῷ ὄντι ἐν τῷ θανάτῳ, ὡς εἴρηται, τῷ ἐξαισί ω τυγχάνουσιν, οἱ δὲ δίκαιοι καταγελῶνται τῶν φαύλων τοῦτο ποιούντων, ὅταν αὐτοὺς θεάσωνται ὄντας ἐν περιστάσεσιν. οὐκ ἔστιν τοῦτο ψόγος τῶν δικαίων, ἀλλὰ τῶν διαχλευαζόντων ἀγνοούντων, ὅτι παραδέδονται εἰς χεῖρας ἀσεβοῦς· ὅπερ φησὶ φανεροποιῶν πως λοιπὸν τὴν αἰτίαν τῆς κακοπραγίας ἑαυτοῦ. οὐ γὰρ ἦν πρέπον αὐτόθεν εἰπεῖν, ὅτι ἀγῶνος ἕνεκα εἰς χεῖρας ἀσεβοῦς παραδέδομαι καὶ πειρασμὸς τοιοῦτόν ἐστιν· ἐνίοτε γὰρ ὡς περιαυτιζόμενος ἐδίδου χώραν τῷ ἀντικειμένῳ λαβῆς. πρόσωπα κριτῶν αὐτοῦ συνκαλύψει. τὴν χαλεπότητα τοῦ ἀσεβοῦς ἐμφαίνει καλύπτοντος αὐτοῦ τὰ πρόσωπα πρὸς τὸ δολίως ἀπάτην προσάγειν. εἴρηται οὖν· "τίς ἀποκαλύψει ἔνδυμα προσώπου αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ, τίς ἂν εἰσέλθοι;" ἐσθότε γὰρ διὰ τῶν αὐτῶν ἐξαλλάττων «τὰ» πρόσωπα ἀπάτῃ πολλάκις πρόσεισί τινι ἀλείφων αὐτὸν εἰς φιλαργυ254 ρίαν διὰ τοῦ τὰς χρείας προβάλλεσθαι. ἀπὸ τῆς αὐτ̣ῆς κακίας καὶ ὑποκριταὶ συνίστανται "ἔσωθεν" ὄντες "λύκοι ἅρπαγες", ἔξωθεν δὲ πρόβατα φαινόμενοι, φοβεροὶ μὲν κα»ὶ» ὅ 61 εἰσι ν φαινόμενοι τοῖς δειλοῖς, πρὸς ἑτέρους δὲ ἄλλως σχηματιζόμενοι. καλύπτουσιν δὲ ἑαυτοὺς πολλάκις καὶ οἱ σπουδαῖοι οὐ διὰ κακουργίαν, ἀλλ' ἵνα ἁρμόσωνται πρὸς τοὺς ἀσθενεῖς, καθὸ λέγει· "γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα." καὶ "σοφίαν" μὲν "ἐν τοῖς τελείοις ἐλάλει", "γενόμενος Ἰουδαίοις Ἰουδαῖος καὶ ἀνόμοις ἄνομος", οὐκ ἂν Τιμοθέῳ ἢ τῷ εὐαγγελιστῇ Λουκᾷ τοιοῦτος φαινόμενος. κριτὰς δὲ διαβόλου τοὺς ὑπ' αὐτὸν δαίμονας ἐκδεκτέον. εἰ δὲ μὴ αὐτός, τίς ἐστιν; εἰ μὴ ὁ ἀσεβής ἐστιν ὁ ταῦτα ποιῶν, ὁ καταγελῶν τῶν σπουδαίων, ὁ συνκαλύπτων τὰ πρόσωπα τῶν κριτῶν αὐτοῦ κατὰ τὴν προτέραν ἐκδοχήν, τίς ἐστιν ἕτερος; δύναται καὶ οὕτως· εἰ μὴ "μετεσχηματίζετο" τολμηρῶς καὶ "εἰς ἄγγελον φωτὸς" καὶ ὅλως ποικίλος ἦν τῇ κακία, τίς ἂν ἦν αὐτὸς φανερῶς φαι νόμενος; –ἀντὶ τοῦ· εὐτελὴς καὶ τὸ μηδέν. τὸ δὲ πολύπλοκον αὐτοῦ λυμαίνεται τοὺς ὑποπίπτοντας αὐτῷ. ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρο255 μέως. ὁ δρομεὺς ταχυτῆτι δόξει μὴ ἐπιψαύειν τῆς γῆς, ἀλλ' ὡς πτηνὸν εἶναι. ὁ βίος μου οὖν δρομέως ἐστὶν ἐλαφρότερος· τὰ γὰρ ἄνω σκοπῶ "οὕτω τρέχων ὡς οὐκ ἀδήλως", οὐ προσπταίων τῇ γῇ. πόθῳ δὲ τοῦ σκοποῦ οἱ δίκαιοι, κἂν προσπταίσωσιν–οἷον κἂν ἐν θλίψεσιν γένωνται–, ἀδιάκοπον ἔχουσι τὸν δρόμον. οὕτω καὶ ∆αυὶδ ἔτρεχεν λέγων· "ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα," καὶ "ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου." ἀπέδρασαν καὶ οὐκ εἴδοσαν· ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πεταμένου ζητοῦντος βοράν; ὑποβάλλει νοεῖν, ὅτι τὸν τοῦ δικαίου βίον ἐλαφρότερον ὑπάρχοντα δρομέως οἱ κριταί, ὧν τὰ πρόσωπα συνκαλύπτει ὁ ἐξάρχων αὐτῶν, ἀποδιδράσκοντες τῷ φόβῳ τοῦ δικαίου οὐχ ὁρῶσιν αὐτοῦ τὴν τοῦ δρόμου κατόρθωσιν· οὐ γὰρ ἄ ξιοί εἰσιν. εἰ δὲ καὶ περὶ τῶν δικαίων τοῦτό φησιν, ὅτι τοὺς κριτὰς ἀποδράσαντες κατὰ τὸ "ἀλλὰ ἀποπήδησον, μὴ ἐνχρονίσῃς ἐν τῷ τόπῳ" οὐκ εἶδον τῇ ὀξύτητι τῆς ἀρετῆς, ἐπίστησον, καὶ εἰ καίριόν ἐστιν συμβαλεῖν τούτῳ τὸ "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.