Commentarii in Job Unit 15 opening
Unit 15.
Lemma-led open — νεὼς ποντοπορούσης
Greek
πονηροῦ οὐκ ἐγίγνωσκον." κατανόησον δέ, εἰ καὶ τρίτη διάνοια ὡς ἐν δυσ256 χωρίᾳ λεχθῆναι δύναται ἀπὸ ἄλλου ῥητοῦ συνισταμένου ἐν Ἀμὼς τῷ προφήτῃ τῷ δευτέρῳ τῶν δώδεκα. πρὸς τοὺς σπαταλῶντας καὶ φιληδόνους καὶ αὐτὸ τοῦτο χαίροντας τοῖς ἡδέσιν τοῦ βίου λέγει· "οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, οἱ σπαταλῶντες ἐπὶ τῶν στρωμνῶν αὐτῶν, οἱ ἐπικροτοῦντες πρὸς τὰς φωνὰς τῶν ὀργάνων καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ πίνοντες τὸν διυλισμένον οἶνον ὡς ἑστῶτα ἐλογίσαντο, οὐχ ὡς φεύγοντα." ἐνόμισαν γὰρ τὰ τοῦ βίου ἡδέα παράμονα εἶναι καὶ ἐφεστηκότα καὶ ἀδιάλειπτα εἶναι. λέγει οὖν, ὅτι οἱ θαυμάζοντες τὴν εὐπάθειαν, οἷον τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τ»ὸ» ἄρ χειν, οὐ λογίζονται, ὅτι ἀποδιδ»ρ»άσκουσιν οὕτως ταῦτα, ὥστε μὴ γνῶναι αὐτούς, καθὰ οὐδὲ "νεὼς ποντοπορούσης" ἔστιν διαγνῶναι ὁδὸν ἢ ἀετοῦ πετομένου ὀξέως διὰ τὸ ζητεῖν βοράν. καὶ τῷ ὄντι ταχεῖαν ἔχει τὴν πάροδον τὰ ἡδέα καὶ ἀνθρώπινα, ὡς ἀπὸ τοῦ περὶ τοῦ πλούτου εἰρημένου ἔστιν μαθεῖν λέγοντος τοῦ ψαλμῳδοῦ· "μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα οὐδὲ συνκαταβήσεται αὐτῷ ἡ δόξα τοῦ οἴκου 257 αὐτοῦ." ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συνκύψας τῷ προσώπῳ στενάξω. μεγαλοψυχίας γνώρισμα ἐν τούτοις ὑποφαίνεται. φησὶν γάρ, ὅτι καὶ ἐάν τινα τῶν ἀηδ̣ω῀̣ν ἔννοιαν δεξάμενος εἴπω τι περὶ αὐτῶν, εὐθὺς ἐπιλανθάνομαι οὐ δουλούμενος αὐτῇ ς̣ , ἀλλὰ τῇ θεωρίᾳ τῆς ἀρετῆς σχολάζων. τούτῳ ὅμοιον τὸ ὑπὸ τοῦ ∆αυὶδ λεγόμενον, ὅτι "ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου". ἡ γὰρ τῶν θείων καὶ οὐρανίων μνήμη λήθην ἐμποιεῖ τῶν κατασπώντων ἀπ' αὐτῶν. εἰ δὲ καὶ στενάζω, φησίν, ποιῶν τοῦτο συνκύπτων τῷ προσώπῳ, δι' οὗ τρόπον τινὰ τὴν πρὸς θεὸν ἐπιδείκνυται προσκύνησιν· καὶ ἂν _6_α6 λέγειν αὐτὸν ποιῇ τὰ ἀνιαρὰ πρὸς τὴν ἑαυτοῦ καρδίαν, 62 λέγων εὐπαρησιάστως κατὰ τὸν μακάριον Παῦλον· "ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι." σείομαι πᾶσιν τοῖς μέλεσίν μου. δῆλόν ἐστι τοῦτο κατὰ τὸ αἰσθητὸν νοοῦσιν. οὐδὲ γὰρ μέλος τι αὐτοῦ ὑγιαῖνον ἐτύγχανεν· "ἀπὸ ποδῶν" γὰρ "ἕως κεφαλῆς" λελώβητο. εἰ δὲ καὶ μέλη αὐτοῦ λέγοις πάντας τοὺς ἔχοντας πρὸς αὐτὸν 258 οἰκειότητα, οἳ καὶ ἐσαλεύθησαν οὕτως ὡς τοὺς μὲν καταλιπεῖν αὐτόν, τοὺς δὲ τρόπον τινὰ ἐπιτίθεσθαι διὰ τοῦ διακεῖσθαι, ὡς δι' ἁμαρτίας ταῦτα πάσχει, συνεπίσκεψαι. οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις. ἡ μετριότης τοῦ ἁγίου διὰ τούτου γνω ρίζεται καὶ μεγάλη εὐγνωμοσύνη. φησὶν γάρ, ὅτι ἐξεταστής μου γινόμενος ἀκριβής–θεὸς γὰρ εἶ–οὐκ ἀθῷόν με ἐάσεις. εἰ γὰρ καὶ εἶπεν "οἶδα ὅτι κα δίκαιος ἀναφανοῦμαι", ἀλλ' οὖν οἶδεν καὶ πέπεισται, ὅτι ὡς πρὸς θεὸν δοκιμαστὴν "ἄστρα οὐκ ἔστιν καθαρὰ ἐνώπιον αὐτοῦ" καὶ αὐτὸς δηλονότι. τοιοῦτον ὁ μακάριος Παῦλος λέγει γράφων· "οὐδὲν ἐμαυτῶι σύνοιδα". εἶτα μὴ διδοὺς ἑαυτῶι ἐπάγει· "ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ἀλλ' ὁ ἀνακρίνων με κύριός ἐστιν." οἶδεν δὲ καθὰ καὶ οὗτος ὁ ἅγιος τῆς ἀνθρωπίνης φύσεως τὸ ἀσθενὲς λέγων, ὅτι "καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς καὶ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκακαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς ἀλλ' ἐπὶ τῷ θεῷ." εἰ δὲ καὶ κάμνουσιν οἱ ἅγιοι ἐν τοῖς ἐπιπόνοις, ἀλλ' ἐν ἑαυτοῖς ἔχουσι τὸ ἀπόκριμα, ἵνα τῷ θεῷ τὴν πεποίθησιν καὶ μὴ ἑαυτοῖς ἀποδῶσιν· ὡς οὗτος αὐτὸς ὁ 259 μακάριος λέγων· οἶδα ὅτι οὐκ ἐξ ἐμαυ τοῦ ἔχω τὸ ἀθῶος εἶναι μὴ σοῦ συνεργοῦντος, καθὰ καὶ ὁ σοφὸς Παῦλος λέγων "οὐκ ἐγὼ δὲ ἀλλ' ἡ χάρις σὺν ἐμοὶ" καὶ ὁ ἅγιος ∆αυίδ· "ἐταράχθην καὶ οὐκ ἐλάλησα." ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον;
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.