Unit 15 rem early
Rem early: Unit 15; lemma and argument toward the thesis.
Greek
μεταβαίνει ἐπὶ τὴν περὶ τῶν φίλων ὑπόλημψιν. ἐπεὶ γὰρ διάκεινται, ὅτι τοῖς ἁμαρτάνουσιν ἕπεται τὸ κακωτικοῖς περιπεσεῖν, πάντων δὲ χεῖρον τὸ ἀποθανεῖν κατὰ τοὺς φιλοζώους, ἐρωτᾷ αὐτούς· ἐπεὶ καθ' ὑμᾶς ἀσεβής εἰμι, διὰ τί οὐκ ἀπέθανον; ἵνα ἐν τῇ ἐρωτήσει παράσχῃ αὐτοῖς νόησιν, ὅτι αἰτία τις ἔστιν ἑτέρα ἡ ἐπάγουσα τὰ ἐπίπονα. τὸ δ' αὐτὸ καὶ ἐν ἑτέροις ποιεῖ ἐρωτῶν πάλιν· "διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ, ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν;" ἵνα καὶ διὰ τούτων παιδεύσῃ, ἐπιζητεῖ τὰς οὔσας αἰτίας παρὰ θεοῦ τῶν συμβαινόντων ἀνθρώποις ἐπιπόνων καὶ ἡδέων. ἐπὶ τοσοῦτον γὰρ πολλάκις οἱ φαῦλοι διετέλεσαν ἐν ταῖς νομιζομέναις εὐπραγίαις, ὡς εἰπεῖν περὶ αὐτῶν Σολομῶντα, ὅτι ––· καθὰ καὶ ὁ μακάριος Ἰὼβ λέγει, ὅτι "καὶ ἐν ἀναπαύσει ᾅδου ἐκοι260 μήθησαν". ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθαίρωμαι χερσὶν καθαραῖς, ἱκανῶς ἐν ῥύπωι με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή μου. πάλιν, ἵνα μὴ περίαυτον αὐτὸν νομίσωσιν, φησὶν ταῦτα, ὅτι κἂν καθαρῶς ὑπάρξω οὕτω, ὡς διὰ πραξέων ἐναρέτων, ἃς χεῖρας ὠνόμασεν, καθᾶραι ἐμαυτόν, ἔχω πάλιν ῥύπον· περὶ οὗ ζητητέον παραβάλλοντα τὸ ὅμοιον ῥητόν· "οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' εἰ μία ὥρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς." καὶ "ἡ διάνοια τῶν ἀνθρώπ̣ων ἐπιμελῶς ἔνκειται ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος", ὅπερ τὸ νεωτεροποιὸν ἦθος δηλοῖ, καθὰ καί τινι εἴρηται ἀκροατὴν νέον μὴ παραδέχεσθαι. ταῦτα μὲν οὖν θλίψει τοὺ»ς» μηδὲν πρὸς τῆς ζωῆς ταύτης τιθεμένους· πῶς γὰρ οὐ καθαρὸς ὁ νῦν πεπλασμένος; συνετῶς δὲ καὶ τὸ τῆς διαδοχῆς ἁμάρτημα ἐκλαβεῖν δεῖ τὸ κατὰ τὸν Ἀδάμ, ὅπερ παρ' ἐκείνων ἀσυνέτως προφέρεται. καὶ γὰρ καὶ οἱ ἅγιοι, εἰ καὶ μὴ ἄλλου χάριν εἰς τὸν βίον ἐληλύθασιν, ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸν ῥύπον ἔχουσιν, ὃς οὐκ ἔστιν ἁμάρτημα. κατὰ τοῦτο εἴρηται περὶ τοῦ Σαμουήλ· "καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι θεόν". ἠγνόει δὲ θεὸν βρέφος ὤν, οὐ διὰ τὸ κακίαν ἔ261 χειν, ἀλλὰ μήπω ἐπίγνωσιν λόγου ἐσχηκέναι. καὶ τὸ "πάντες δὲ 63 ἥμαρτον" συνετῶς νοήσεις, ἐὰν τὰ κατ' ἄγνοιαν, τὰ κατὰ τὴν παιδικὴν ἡλικίαν ἐκλάβοις. καὶ ἔστω ἐπὶ παραδείγματος· ὁ ἑκατὸν βαθμῶν ὄντων εἰς τὸν ἑκατοστὸν ὑπάρχων, εἰ ὑποβαίη τρεῖς, λέγοιτ' ἂν ἐνδεῖν, τοῦ ἀρχομένου ἀπὸ τοῦ πρώτου καὶ ἐλθόντος εἰς τὸν τρίτον μὴ ψεγομένου. ὁ ὑποβὰς οὖν τοὺς ἑκατόν, εἰ καὶ μὴ ἀπέστη τῶν βαθμῶν, ἀλλὰ γοῦν ἔν τινί ἐστιν ῥύπῳ. πλὴν ὁ Ἰώβ φησιν, ὅτι εἰ καὶ καθαρός εἰμι, ἔχω ῥύπον, καὶ οὐ μικρόν γε ῥύπον, ἀλλὰ βαφῇ ἐοικότα. μήποτ' οὖν, ἐπεὶ οὐ μόνον δι' ἁμαρτίας ἔστιν ἐλθεῖν ἐν τῷδε τῷ βίῳ, ἀλλὰ καὶ δι' ὠφέλειαν ἄλλων, ὡς Ἰωάννην φέρε ἢ Ἰερειμίαν, διὰ τοῦτό φησιν, ὅτι εἰ κα»ὶ» καθαρός εἰμι διὰ πράξεων, ὅμως ἔχω ῥύπον. ῥύπος γὰρ ὡς πρὸς τὴν καθαρὰν ζωήν, οὐ καθ' αὑτό, ὁ τόπος ὁ ἐπίγειος· καθὸ καὶ εἴρηται· "ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐναντίον σοῦ, κύριε." ὅνπερ ἐκπλύνει κύριος κατὰ τὸ ἐν Ἠσαίᾳ λεγόμενον· "ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σίων καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν." ῥύπος μὲν οὖν 262 εἴη ἂν τὰ ἀκούσια, αἷμα δὲ «τὰ» κατὰ πρόθεσιν ἐνεργούμενα. τίνι δὲ ἐκπλύνεται ἢ "πνεύματι κρίσεως καὶ πνεύματι καύσεως", τοῦ μὲν πνεύματος τῆς κρίσεως τὴν διάκρισιν δηλοῦντος, τοῦ δὲ πνεύματος τῆς καύσεως τὴν κόλασιν; ἀμφότερα δὲ διόρθωσιν ἐργάζεται. διὰ δὲ τοῦτο καὶ "ἐβδελύξατό", φησίν, "με ἡ στολή μου", αἰνιττόμενος τὸ βάρος τῆς ἐνταῦθα διατριβῆς· ὅπερ δηλοῦται καὶ διὰ τοῦ "μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα," ὅστις ἐστὶν ἡ των ἀπὸ τῶν ἀνθρωπίνων σύνχυσις. λέγει οὖν, ὅτι ἐμίσησέν με ἣν εἶχον διαγωγὴν ἀνθρωπίνην. ὅτι δὲ ἡ στολὴ τὴν κατάστασιν σημαίνει, δῆλον ἐκ τοῦ εἰρημένου πρὸς τὸν ἄσωτον ὑπὸ τοῦ πατρός· "ἐξενέγκατε αὐτ̣ῷ τὴν πρώτην στολήν." ὅτι δὲ τὸ αἷμα τὴν ἁμαρτίαν δηλοῖ, φανερὸν ἐκ τοῦ πρὸς τὸν διάβολον εἰρημένου· "ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός." διὰ τοῦ ἐν αἵματι πεφύρθαι τὸ μέγεθος τῆς κακίας ἐμφαίνεται. οὐ χρὴ δὲ ξενίζεσθαι, εἰ πρὸς μὲν τοὺς φίλους ἕτερα, πρὸς δὲ τὸν θεὸν ἕτερα λέγει ὁ μακάριος. τότε γὰρ ἐναντίωμα ἐτύγχανεν, εἰ πρὸς τὸν αὐτὸν λέγων καὶ δίκαιον ἑαυτὸν καὶ ἁμαρτωλὸν ἔφασκεν. μετριότητι οὖν πρὸς θεὸν καὶ ὡς πρὸς τὴν ε αὐτοῦ καθαρότητα λέγει βεβάφθαι 263 ἐν ῥύπῳ, πρὸς δὲ ἀνθρώπους ἑτέρως διαλέγεται φάσκων· "ο_6_ἶ6δα ὅτι δίκαιος ἀναφανοῦμαι." ὅτι οἱ ἅγιοι χρῶνται τοιούτῳ εἴδει λόγων, ἔστιν καὶ ἀπὸ τῶν Παύλου γραμμάτων μαθεῖν
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.