Commentarii in Job · §u17-rem-close

Unit 17 rem close

Rem CLOSEOUT: Unit 17 CLOSEOUT.

Greek

ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας. ἔτι τῆς αὐτῆς ἐχόμενος διανοίας ὡς πρὸς ἁμαρτήσαντα διαλεγόμενός φησιν, ὅτι εἰ λαλήσαι κύριος πρὸς σὲ καὶ ἐπιστήσαι σε κατὰ τὴν σοφίαν ἑαυτοῦ, ἐξ̣ οὗ γνοὺς τὴν ὑπεροχὴν αὐτοῦ μαθήσει, "ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας". προπετείᾳ δὲ ταῦτα οὗτος λέγει μὴ ἐπιστάμενος τῶν ὑπὸ θεοῦ γιγνομένων τὰς αἰτίας πρὸς ἐπιστάμενον, ὅτι ἀνδρ»ε»ίας ἕνεκεν ταῦτα ὑπέμενεν τὸν ἀπὸ θεοῦ ἔπαινον ἀπεκδεχόμενος τὸν εἰπόντα· "οἴει δέ με ἄλλως σο»ι» κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;" αὐτὸς γὰρ "ὁ ποιῶν πάντα καὶ μετασκευάζων" οἶδεν ἑκάστου τὸ κρίμα. μὴ ἴχνος κυρίου εὑρήσεις, ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ παντοκράτωρ. ἀπό τινος πιθανοῦ θρασέως διαλέγεται 299 τῷ ἁγίῳ· ἐπεὶ γὰρ οἶδεν, ὅτι μέγα ἐστὶν τὰ»ς» τῆς προνοίας διοικήσεις καταλαβεῖν, ποιεῖται λόγον πρὸς αὐτὸν φάσκων· "μὴ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου", ἔσχατα λέγων τὰς τῶν γιγνομένων ἐκβάσεις. ἐλέγχεται δὲ καὶ οὗτος καὶ οἱ ἄλλοι φίλοι· ὡς γὰρ κατειληφότες, ὅτι δι' ἁμαρτίας ταῦτα πάσχει, κατέτρεχον αὐτοῦ. ἔστιν δὲ καὶ ἄλλως τὰ ἔσχ̣ατα νοῆσαι· καθὸ καὶ εἴρηται· "ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς." καὶ ἔτι τὸ ἔσχατον τοιοῦτον, οὗ χάριν τὰ ἄλλα πάντα, αὐτὸ δὲ οὐδενὸς ἕνεκεν. ε᾿̣π̣ὶ δὲ παραδείγματος· τέλος ἡ ὑγίεια· διὰ γὰρ ταύτην τὰ ἄλλα, βοηθήματα λέγω, καὶ κάματοι καὶ σπουδαὶ εἰς τοῦτο. λέγεται δὲ καὶ τὰ πέρατα τοῦ κόσμου ἔσχατα· καθὸ εἴρηται· "ὠκεανὸς ἀπέραντος ἀνθρώποις καὶ οἱ μετ' αὐτὸν κόσμοι ταῖς αὐταῖς ταγαῖς τοῦ δεσπότου διιθύνονται." ἔννοιαν ἔχων ὁ ψαλμῳδὸς περὶ θεοῦ ὡς ἐκπεριειληφότος καὶ τὰς ἀρχὰς καὶ τὰ τέλη καὶ συνόλως πάντα τὰ ὑπ' αὐτοῦ γιγνόμενα ἔλεγεν· "ἰδού, σύ, κύριε, ἐποίησας πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα." ὑψηλὸς ὁ ο»ὐ»ρανός, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας; ἢ μα300 κρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης; δ»ε»ῖξαι βούλεται διὰ πάντων τούτων, ὅτι ἡ τῶν ἀνθρώπων γνῶσις μεμετρημένη ἐστίν, μὴ ἐφικνουμένη τὰ τοῦ θεοῦ κρίματα. καὶ νῦν γοῦν· οὐρανός, φησίν, ἔστιν καὶ ᾅδου βαθύτερα καὶ μακρότερα γῆς καὶ τοῦ εὔρους τῆς θαλάσσης· λέγε τι περὶ αὐτῶν, εἰ δύνασαι. αἰνίττεται δὲ ἴσως, ὅτι κἂν ἐπιχειρήσῃ τις περὶ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ περιλαλῆσαι, ἀλλὰ τὰ ὑπερέκεινα ἀγνοεῖ. δύναται τοῦτο ἐλέγχειν τοὺς περὶ Ἑλληνικὴν σο φίαν ἐπ̣ειρημένους καὶ ἐξ 74 αὐτῆς οἰομένους λέγειν τι περὶ οὐρανοῦ φύσεως ἢ γῆς καὶ θαλάττης, ὅταν καὶ περὶ τούτων κενὸν ὑποτίθενται καὶ περὶ ᾅδου πολλὰ λέγοντες, ὅτι τε ψυχῶν ἐστιν χωρίον καὶ ἄλλα, καὶ ῥάπτουσιν λόγους, ὧν τὴν ἀπόδ»ε»ιξιν φανερὰν καταστῆσαι οὐ δύνανται· ἀμέτοχοι γὰρ ὄντες πνεύματος ἁγίου τὴν περὶ τούτων ἀκριβῆ γνῶσιν οὐκ ἔχουσιν τῶν ἁγίων "ἐπὶ γῆς περιπατούντων καὶ ἐν οὐρανῷ ἐχόντων τὸ πολίτευμα", ὥστ' ἂν εἰπεῖν· "ὁ θεὸς δέδωκέ»ν» μοι τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν 301 καὶ τέλος καὶ μεσότητα χρόνων" καὶ τὰ ἑξῆς. ἐὰν δὲ κατασκάψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; καὶ τοῦτο ἀληθῶς λέγει, εἰ καὶ πρὸς τὸν σκοπὸν μὴ βλέπων τὸν πρέποντα. "τίς γὰρ ἀνθίσταται τῷ βουλήματι τοῦ θεοῦ;" ὅμοιον τούτῳ· "μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτω;" θρασέως δὲ αὐτῷ εἴρη ται τὸ "ἐὰν καταστρέψῃ τὰ πάντα". ἐξὸν δὲ περὶ διοικήσεως εἰπεῖν, ἴσως δὲ αἰνιττόμενος τῷ Ἰώβ, ὅτι εἰ καὶ ἀλγεῖς, ἀλλ' οὐ δύνασαι εἰπεῖν· τί ἐποίησας; δικαίως γὰρ γέγονεν· ἥμαρτες γάρ. ἀμέλει, το̣υ῀̣τ̣ο οὐ π̣ιστου῀̣ται αὐτοῦ τὴν διάλημψιν. αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων· ἰδὼν δὲ ἄτοπα, οὐ παρόψεται. σαφὲς δή, ὅτι δι' αὐτὸν εἶπεν τὸ "ἐὰν δὲ καταστρέψῃ"· οἶδεν γάρ, φησίν, τὰ τῶν ἀνθρώπων ἔργα μὴ παρορῶν τὰ πταίσματα–δ»ε»ικνὺς τοῦ θεοῦ τὸ ἀναπόδραστον–ὁρᾷ δὲ αὐτὰ ἐν τοῖς φαύλοις. χρήσιμον πρὸς τοὺς ἀμελεῖς τὸ ῥητόν. ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γυναικὸς γεννητὸς ἴσα ὄνῳ ἐρημίτῃ. τὸ τῆς τοῦ θεοῦ τῆς γνώσεως ἀσφαλὲς παραβάλλων ταῖς τῶν ἀνθρώπων ἐπιβολαῖς νήχεσθαι αὐτοὺς ματαίως φησὶν ἐρημίτῃ αὐτὸν ὄνῳ 302 παραβάλλων, διὰ τούτου παριστῶν τὸ σφόδρα τῶν ἀνθρώπων νωθὲς πρὸς τὴν κατάλημψιν τῶν κριμάτων ὑπερβολικῷ χρώμενος τῷ λόγῳ. οἱ μὲν γὰρ ἐθάδες ὄνοι καὶ περὶ πόλιν ὄντες ἔχουσί τι ἐκ τῆς συνηθείας ἐπιγνωστικὸν τοῦ ἐρημίτου καὶ διὰ τὸ φύσει νωθὲς καὶ τὸ ἄγριον καὶ τὰ τῆς συνηθείας τῶν ἡμέρων ἀφῃρημένου, ᾧ παρεικάζει τὸ ἀνθρώπινον γένος εἰς τὴν τῶν κριμάτων γνῶσιν. τοῦτο βεβαιοῦται καὶ ἐκ τοῦ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.