Commentarii in Job · §u18-open

Commentarii in Job Unit 18 opening

Unit 18.

Lemma-led open — καὶ μετὰ ταῦτά φησιν·

Greek

μακαρίου ∆αυὶδ προσωποποιουμένου τὴν τῶν ἀνθρώπων περὶ κρίματα ἄγνοιαν ἐν τῷ λέγειν· "ἰδού, οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται, εἰς τὸν αἰῶνα κατέσχον πλούτου. καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου. καὶ ἐγενόμην μεμαστιγμένος ὅλην τὴν ἡμέραν." καὶ μετὰ ταῦτά φησιν· "κτηνώδης «ἐγενήθην» παρὰ σοί." εὖ δὲ τὸ "παρὰ σοί"· ὡς γὰρ πρὸς τὴν τοῦ θεοῦ γνῶσιν κτηνώδης, φησίν, ἐγενόμην. εἶτα ἵνα δ»ε»ίξῃ, ὅτι ἀνθρώπων πρόσωπον ἦν, ὃ ἀνέλαβεν, φησίν· "ἐ γὼ δὲ διὰ παντὸς μετὰ σοῦ", δηλῶν ὅτι· τῇ σῇ μετουσίᾳ καὶ μετοχῇ ὅτι γιγνώ303 σκω, οἶδα. τῷ "κτηνώδης ἐγενόμην παρὰ σοὶ" ὅμοιον τὸ "ἐγὼ δὲ ἄλογός εἰμι" καὶ τὸ "ἐγώ εἰμι γῆ καὶ σποδός". εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν, εἰ ἄνομόν τι ἐστὶν ἐν χερσίν σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ· ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. καθάπερ διδάσκαλον ἑαυτὸν εἰσάγων προτροπὴν δῆθεν αὐτῷ προσάγει λέγων, ὅτι εἰ καὶ σφόδρα καθαρὸς εἶ οὕτως, ὡς ἀεὶ εἰς εὐχὴν τὰς χεῖρας ἀνατείνειν αἰτοῦντα τὰ ἀπὸ τοῦ θεοῦ, εὐτρεπὴς ἔσο καὶ τὸ ὑπολειπόμενον ἐν σοὶ φαῦλον ἀπώσασθαι, ἀλλὰ καὶ ἀδικία ἐν σοὶ μὴ αὐλιζέσθω. ὅ ἐστιν· κἄν πως γένηταί σε ἐν ἀρχῇ τοῦ ἀδικεῖν γενέσθαι, ἀλλὰ μὴ παραμενέτω ἡ κακία ὡς αὐλίζεσθαι ἐν τῷ βίῳ τῷ σῷ. ταῦτα δέ φησιν, ὅτι κατάλληλος τῇ τῆς ψυχῆς καθαρότητι τῇ κατὰ σύνεσιν ἔστω καὶ ἡ ἠθικὴ ἀρετή. τούτῳ ὅμοι ον τὸ "ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ." διασφάλλεται δέ πως οἰόμενος μὲν δυνατὸν εἶναι καθαρὰν ἔχειν καρδίαν καὶ πράξεις ἀδίκους. τούτου δὲ τὸ ἐναντίον λέγοι ἄν τις δυνατὸν εἶναι «πράξεις δικαίας καὶ μὴ» καθαρὰν ἔχειν καρδίαν φάσκων τὸν 304 ἐλεημοσύνην ποιοῦντα πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις τῆς καρδίας ῥερυπωμένης τὴν πρᾶξιν φαίνεσθαι ἴσην. 75 οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. λέγει, ὅτι πάσης ἀπηλλαγμένος κηλῖδος καὶ ἀδικίας καθαρὸν ὥσπερ ὕδωρ ἕξεις τὸ πρόσωπον· δῆλον δέ, ὅτι τὸ τῆς ψυχῆς λέγει. παντὸς γὰρ μολυσμοῦ χωρισθεὶς τῷ ὄντι ὁ ἄνθρωπος καθαρὸν καὶ εἰλικρινὲς τὸ "κατ' εἰκόνα" ἐπιδ»ε»ίξει. ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθήσῃ. ἀνωμάλως μὲν κινεῖται τῷ λόγῳ. μετὰ γὰρ τὸ "ἀναλάμψει τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρὸν" λέγειν πάλιν "ἐκ δύσῃ ῥύπον" ἀνωμαλία πολλή. ὅμως δὲ τοῦτο λέγει, ὅτι εὐτρεπίζων σεαυτὸν εἰς καθαρότητα παντὸς ἀπαλλαγήσῃ ῥύπου ὥστε ἄφοβον εἶναι καὶ μηκέτι δεδοικέναι ἀνταπόδοσιν. πιθανῶς δὲ καὶ τοῦτο λέγει, ὅτι μετὰ ἔκδυσιν ῥύπου ἄφοβός ἐστι· "διανοίας" γὰρ καὶ "τὰ κρυπτὰ" ὁρῶν ὁ θεὸς οὐ κολάζει τὸν τοιοῦτον· ἄνθρωποι μὲν γὰρ ἅτε τὸ κρυπτὸν ἀγνοοῦντες καὶ μεταγνόντα τ̣ι̣νὰ λαβόντες ἐλεγχόμενόν τε ὡς πάλαι ἁμαρτόντα κολάζουσιν. θεὸς δὲ τὴν παροῦσαν ἀρετὴν ἀπο305 δεχόμενος τῶν παλαιῶν ἁμαρτημάτων ἀμνημονεῖ, καθὼς τὸ μετανοοῦν παριστᾷ πρόσωπον λέγον· "μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. καὶ τὸν κόπον ἐπιλήσῃ ὥσπερ κῦμα παρελθὸν καὶ οὐ μὴ πτοηθήσῃ. τὸν ἐκ τῶν π̣ληγῶν κόπ̣ον, ὃν ἐνόμιζον δι' ἁμαρτίας παθεῖν τὸν ἅγιον, φησὶν ἔνθα ἐπιλησθήσεσθαι καὶ ῥᾳδίως παρελθεῖν ὡς κῦμα μηδὲν αὐτοῦ πτοουμένου. λήθην δὲ λέ γει δηλονότι οὐ τὴν παντελῆ τῆς μνήμης φθίσιν, ἀλλὰ τὴν πάροδον τῶν ἀνιῶν· καθὸ καὶ περὶ τῶν δικαίων εἴρηται· "ἐπιλήσονται γὰρ τὴν θλῖψιν αὐτῶν τὴν πρώτην καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν." "ἐν ἡμέρᾳ γὰρ ἀγαθῶν ἀμνηστία κακῶν." ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος, ἐκ δὲ μεσημβρίας ἀνατέλλει σοι ζωή. ὡς ἑπόμενον τοῦτο λέγει τοῖς φθάσασιν, ὅτι εἰ καθήραις σεαυτὸν ὡς μηδὲ εἰ»ς» ῥύπον γενέσθαι, ἡ εὐχή σου λάμψει ὥσπερ ἑωσφόρος. σημαίνει δὲ αὐτῷ τοῦτο τὸν ἑωθινὸν τάχα φωτισμόν, καθ' ὃν ἄρχεται τὸ τῆς ἀρετῆς φέγγος· οὕτω δὲ ἰσχύσει τὸ φῶς ὡς τὸ ἀκμαῖον. σκόπει δέ, τί αὐτῷ βούλεται τὸ "ἀνατέλλει σοι ζωή", μή που τὴν ἀρετήν

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.