Unit 17 rem mid
Rem mid: Unit 17; lemma continues; reading with the letter.
Greek
ἀθάνατος γὰρ ἡ ψυχή. εἰ γοῦν τὴν Μαθουσάλα ζωὴν συνκρίνοις, καὶ αὕτη ὀλίγη ἂν εἴη πρὸς τὴν ἐν τῷ μέλλοντι αἰῶνι ζωὴν καὶ τὴν τῆς ψυχῆς ἀθανασίαν. μὴ πολὺς ἐν ῥήμασιν γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός · σοι. ο····· ··τη`̣ν ἀρετὴν τοῦ ὑπο̣τ̣·····, ω῾̣ς προείρηται, ἀγνοῶν καὶ τὸν σύμφωνον σκοπὸν τῶν ἀπαγγελλομένων πρὸς αὐτοῦ, λέγει αὐτῷ· "μὴ πολὺς ἐν ῥήμασιν γίνου." ὁ δὲ θεῖος λόγος παι̣δ̣εύων τὸ ἐν λόγ̣οις περιττὸν ἐπ̣έχειν φησίν· "ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν," πολυλογίαν ἐνταῦθα μὲν τὴν μὴ προσ ηκόντων ἀπαγγελίαν λέγων. ἔστιν δὲ ·····σ̣του··αν καὶ κα····· · λ̣αλεῖν. ὅτι δὲ οὐ τὸ πλῆθος τῶν ἀπαγγελλομένων λ̣όγων τὸ πολύλογον ποιεῖ, δ̣ηλοῖ ὁ ἀπόστολος "μέχρι μ̣εσονυκτίου παρατείν̣ω̣ν̣ τὸν λόγον" πρὸς τοὺς ἀκούοντας̣. θαυμάσαι δέ ἐστιν αὐτοῦ τὴν κατὰ τοῦ Ἰὼβ θρασύτητα, ὅτι καίτοι ἀποκρινόμενος πρὸς αὐτὸν ἔφασκεν μὴ εἶναι τὸν ἀνταποκρινόμενον αὐτῷ· διὰ τού295 του ······ ··· δεῖ θρασύτερόν τιν̣α ····· ··ενεχθῆναι του το ······ ····μενει τῷ διὰ φαυλότητα αὐτὸν πάσχειν, τὴν ἑτέραν ἀγνοῶν αἰτίαν. μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. ὡς πρὸς τὴν ἰδίαν ὑπόλημψιν ἀγνοῶν αὐτοῦ τὴν καθαρότητα τρόπον τινὰ παραίνεσιν αὐτῷ προσάγει οἰόμενος, ὅτι ἀθέτησίς ἐστιν τῆς προνοίας ἡ τούτου τῆς καθαρότητος καὶ τοῦ ἀμέμπτου ὁμολογία· οἴ ονται γὰρ οἱ φίλοι, ὅτι εἰ μὴ ἦν ἁμαρτήσας, οὐ περιέπιπτεν σκυθρωποῖς. οὐκ ἔχουσιν δὲ δεῖξαι, ὅτι εἶπεν ὁ Ἰὼβ πρὸς θεόν· ἄμεμπτός εἰμι ἐναντίον σου. ᾔδει γάρ, ὅτι "ἄστρα οὐ καθαρὰ ἐνώπιον αὐτοῦ", καὶ τὸ ὑπὸ τῶν δικαιοσύνην κατορθωσάντων λεχθέν· "ὡς α ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν ἐναντίον σου." ὡς πρὸς σὲ γὰρ τὸν δικαστὴν ὄντα δικαιοσύνην, κἂν ἔχωμεν δικαιοσύνην, ἀμαυρὰν αὐτὴν ἔχομεν ὡς πρὸς σέ. καὶ Παῦλος δὲ λέγων· "οὐδὲν ἐμαυτῷ σύνοιδα" καὶ ἐπάγων· "ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι" δ»ε»ίκνυσι τὸ τῆς γενητῆς φύσεως ἀσθενές. 296 ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ; καὶ ἀνοίξῃ χείλη αὐτοῦ μετὰ σοῦ; ἐπειδὴ φαι´̣νονται ·····οι ὄντες καὶ αὐτοὶ ····· ····· λόγων ἐχόντων ἐντρέχε̣ιαν, εἰ καὶ περὶ ἓν ἐσφάλησαν–εἴρηται γὰρ πρός τινος αὐτῶν· "ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων"– δῆλον, ὅτι λαλιὰν θεοῦ καὶ χειλέων αὐτοῦ ἄνοιξιν οὐκ ἀνθρωποπαθῶς φησιν. λέγει οὖν, ὅτι "μὴ λέγε σύ· καθαρός εἰμι·" εὐτρέπιζε δὲ σεαυτὸν εἰς καθαρότητα, ἵνα οὕτω πρὸς σὲ λαλήσῃ θεὸς καὶ ἀνοίξῃ τὰ χείλη αὐτοῦ μετὰ σοῦ δι' ἀγαθότητα. λαλιὰν δὲ αὐτοῦ καὶ χείλη αὐτοῦ τὴν ἐν διανοίᾳ ἀοράτως γιγνομένην ὁμιλίαν ἐκλημπτέον. ὅτι δὲ τὰ χείλη τὸν λόγον δηλοῖ, διδάσκει τὸ παροιμιῶδες λόγιον· "χείλη δὲ σοφῶν δέδεται αἰσθήσει·" ἀλλὰ καὶ τὸ "ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι." εἶτα ἀναγγέλλει σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῷ κατὰ σέ. δηλοῖ, ὅτι λαλῶν πρὸς σὲ θεὸς διδάξει σε, ὅτι σοφῶς ταῦτα 73 ἐπήγαγεν. διακείμενος δέ, ὅτι ὡς περὶ ἀνταποδόσεως διδάξει αὐτὸν ὁ θεὸς δικαίας, ταῦτα τῷ Ἰὼβ ἔλεγεν. ἔστιν μὲν οὖν ἀληθῶς, ὅτε δι' ἁμαρτίας θεὸς ἐπάγει ἐ297 πίπονα, κατανοῆσαι τῷ δυναμένῳ τὴν μετὰ σοφίας αὐτοῦ καὶ ἐν τοῖς πικροῖς ἐπαγωγήν, ὅτι οὐκ ἀμυνόμενος, ἀλλ' ἰατρικῶς καὶ πρὸς ὑγίειαν ψυχῆς ἐπάγει τὰς θλίψεις· ὅπερ ἐπιστάμενος εἷς τῶν ἁγίων ἔφη· "εὐλογήσω σε, κύριε, ὅτι ὠργίσθης μοι εἰς σωτηρίαν." χαρίσματος δὲ θείου ἐστὶν τὸ δέξασθαι γνῶσιν τῶν τοῦ θεοῦ κριμάτων, περὶ ὧν εἴρηται· "τὰ κρίματά σου ἄβυσσος πολλή." τοσοῦτον δὲ γιγνώσκομεν, ὅτι πρὸς τὸ συμφέρον ἐπιτελοῦνται, κἂν μὴ καταλαμβάνωμεν. καὶ ἔστω ὡς ἐπὶ παραδ»ε»ίγματος νῆσός τις ἀφωρισμένη, εἰς ἣν τοὺς πταίοντας καὶ σφαλλομένους ἄρχων ἐκπέμπει· δίκαιος δὲ οὗτος ὑποκεῖσθαι δῆλος, ὡς πᾶς, ὅστις γοῦν εἰς τὴν νῆσον ἀποστέλλεται ἐκεῖσε οἰκῆσαι, ἁμαρτὼν τοῦτο ὑπομένει, κἂν μὴ τὴν ἀκριβῆ αἰτίαν τοῦ σφάλματος γιγνώσκωμεν. ἀπόδ»ε»ιξιν δὲ τοῦ σοφίᾳ πάντα ποιεῖν τὸν θεὸν ἐπάγει λέγων, ὅτι "διπλοῦς ἔσται τῷ κατὰ σέ", διπλοῦν, ὡς ἡγοῦμαι, λέγων τὸν ἀσυνκρίτῳ ὑπεροχῇ διαφέροντα, ἀσθενῶς τῆς λέξεως ὑπ' αὐτοῦ προενεχθ»ε»ίσης. ὅτι δὲ τὰ κρίματα τοῦ θεοῦ βαθεῖαν ἔχει τὴν γνῶσιν, διδάσκει 298 ∆αυὶδ μακάριος, ᾧ "τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας" πεφανέρωται λέγων· "ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν." καὶ ἕτερος περὶ τῆς σοφίας λέγει· "ε»ἶ»πα· σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη μακρὰν ἀπ' ἐμοῦ ὑπὲρ ὃ ἦν. καὶ βαθὺ βάθος· τίς εὑρήσει αὐτήν;" καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.