Unit 20 rem early
Rem early: Unit 20; lemma and argument toward the thesis.
Greek
οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ." ὅτι γὰρ ὁ νόμος τοῦ θεοῦ ἐν τῇ καρδίᾳ τοῦ δικαίου ἐστίν, σοφίαν μελετᾷ καὶ τὰ διαβήματα οὐχ ὑποσκελίζονται, ὅ ἐστιν «αἱ πορευτικαὶ τῆς ψυχῆς δυνάμεις». τοιοῦτόν τι καὶ σημαίνει τὸ τῶν Παροιμιῶν λόγιον "λογισμοὶ δικαίων κρίματα". τῶν δὲ λογισμῶν τοιούτων ὄντων ἀκολουθεῖ καὶ τὸν λόγον εἶναι τοιοῦτον· "ὁ γὰρ ἀγαθὸς ἄνθρω πος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς #6καρδίας προφέρει τὸ ἀγαθόν." πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε #6δόλον, ἢ ὑποστελεῖσθε; ἀπὸ τῆς συνειδήσεως αὐτῶν ἀπάρχεται τοῦ ἐλέγχου διδάσκων αὐτούς, ὅτι πᾶν ὃ προφέρουσιν ὁρῶντος τοῦ θεοῦ φθέγγονται· ἀλλὰ καὶ τὸν δόλον ὡς κατέναντι αὐτοῦ προφερόμενον αὐτοῖς ἀπαγγέλλει διορθώσεως ἕνεκεν, ἵνα παύσωνται τῆς τοιαύτης διαθέσεως ὡς ἔχοντες τὸν ἐφορῶντα κύριον. καὶ τῆς τόλμας οὖν αὐτοὺς ἀποκωλύει, ὅτι καθάπερ ἄνθρωπον ὑπεστέλλοντο τὸν θεὸν κρύπτοντες τὸν δόλον καὶ ἐναντίον αὐτοῦ φθεγγόμενοι. δόλον δὲ 340 ξα. 11··ν̣με̣··νοι ξα. 10 χρήσιμα τὰ ῥήματα πρὸς τοὺς ψευδομένους καὶ δόλῳ χρωμέν̣ους, περὶ ὧν καὶ ∆αυὶδ λέγει· "τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν." ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε. καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς. λέγοι ἄν τις ὅτι «πῶς ο̣ἷς εἶπεν ἄρτι τὸ "ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι" καὶ "πότερον οὐκ ἀπέναντι κυρίου λαλεῖτε, ἔναντι α δὲ αὐτοῦ φθέγγεσθε δόλον;" λέγει νῦν· "ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε";» πρὸς ὃ λε̣κτέο̣ν, ὅτι ἕκαστος τῶν ἁμαρτανόντων ἡδονῇ θελγόμενος τὸν ἔφορον τοῦ θεοῦ ὀφθαλμὸν οὐχ ὑπείδεται. ἐπὰν δὲ δίκαιος καὶ σοφὸς ἀνὴρ ἢ καὶ ἄλλος οὐ τοιοῦτος προκαλῆται τὸ συνειδὸς τοῦ ἁμαρτάνοντος ἐνάγων αὐτὸν εἰς τὸ διακεῖσθαι, ὅτι ὁρᾷ ἑκάστου τὰ ἐνθυμήματα ὁ θεός, πλήττει αὐτὸν εἰς συναίσθησιν. τοῦτ' οὖν αὐτὸ ποιεῖ ὁ ἅγιος λέγων· "ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε. καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς." οἱ γὰρ συνειδότες ἑαυτοῖς σφάλματος οὐδ' ὑπὸ δικαίου ἀνδρὸς ἐραυνηθῆναι βούλονται, μή τί γε δὴ τοῦ θεοῦ· ἁγίων γὰρ τοιοῦτόν ἐστιν κατὰ τὸν ∆αυὶδ λεγόντων· 341 "πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου." εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, οὐθὲν ἧσσον ἐλέγχει ὑμᾶς. «κἂν τὰ πάντα ποιήσαντες ἃ δεῖ ποιῆσαι προστεθῆτε αὐτῷ»–ἀντὶ τοῦ «οἰκεῖοι αὐτοῦ καταστῆτε»–, «ὑπόκεισθε πάλιν ἐλέγχῳ δι' ἀγνοήματα.» τοῦτο γοῦν ὁ μακάριος ἀπόστολος ἔλεγεν· «"οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι." ἐγχωρεῖ με γὰρ παριδεῖν τι τῶν ἀγνοημάτων, καὶ οὐ δεδικαίωμαι δι' ἐκεῖνο. ὅσον δὲ δ̣οκῶ μηδὲν ἐμαυτῷ συνειδέναι, δοκῶ ἀνυπεύθυνος εἶναι. οὐκ ἐμο̣ῦ δὲ ἡ κρίσις δείκνυσίν με δεδικαιωμένον, ἀλλ' ἡ τοῦ θεοῦ.» βεβαιοῖ τὸ τοιοῦτον καὶ ὁ μακάριος ∆αυὶδ λέγων· "παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με." καὶ γὰρ τῷ ὄντι ἁμαρτήματα μὲν 85 γιγνώσκει τις, παραπτώματα δέ, ἅπερ τρόπον τινὰ ἀκούσιά ἐστιν, δυσκόλως συνίησίν τις. «καὶ ἐὰν οὖν,» φησίν, «πάντα ποιήσητε πρὸς καθαρότητα, ἐκ τῶν ἀκουσίων ὡς θεοῦ κρίνοντος ἕξετε τὸν ἔλεγχον.» δι' ὅπερ καὶ ὁ κύριος τοῖς ἑαυτοῦ μαθηταῖς ἔλεγεν· "ὅταν πάντα ποιήσητε, εἴπατε· δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὀφείλο342 μεν ποιῆσαι, πεποιήκαμεν." εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε, πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς, φόβος δὲ παρ' αὐτοῦ ἐπιπεσεῖται ὑμῖν; ὁ ἄριστος κριτὴς πραγμάτων ἐστὶν ἐξεταστής, οὐκ εἰς πρόσωπα βλέπει τῶν κρινομένων. ἐὰν γὰρ ὦσιν οἱ κρινόμενοι πλούσιοι ἢ ἄρχοντες ἢ ἄλλην ὑπερέχοντες ἀξίαν, οὐκ εἰς τὸ πρόσωπον αὐτῶν σκοπεῖ, ἀλλ' εἰς τὰς πράξεις, ἃς κρίνει. τοῦτο καὶ ἐν τῇ ἐπιστολῆι τῇ καθολικῇ φέρεται· "θαυμάζοντες πρόσωπα ὠφελείας χάριν", δῆλον δὲ ὅτι οἱ δωροδόκοι δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. θεὸς δὲ προστάττων οὐχ οὕτω βούλεται, ἀλλὰ νομοθετεῖ· "κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς, οὐ λήμψει πρόσωπον", τοῦ πλουσίου δηλονότι, καὶ "πένητα οὐκ ἐλεήσεις ἐν κρίσει." καὶ ἑτέρωθι δὲ λέγεται· "δικαίως τὸ δίκαιον διώξει." οὔτε γὰρ πλουσίῳ προστίθεσθαι δεῖ οὔτε πένητος τὴν ἔνδειαν ἐλεοῦντα παρορᾶν τὸ δίκαιον. ἔργον δὲ ὀρθοῦ κριτοῦ τυγχάνει, καθάπερ καὶ τῇ περὶ τοῦ ∆αυὶδ ἱστορίᾳ παραδέδοται, ἵνα μετὰ τὰς κρίσεις καὶ ἐκβάσεις 343 τῶν πραγμάτων, εἰ συμβαίη πένητα εἶναι ἢ τὸν ἀγνοήσαντα τὸ δίκαιον ἢ ἀδικοῦντα, παρακα λεῖν τὸν πλούσιον ὥστε φιλανθρωπίαν εἰς αὐτὸν ἐνδείξασθαι. ἑτοιμότερος δὲ ἔσται πρὸς τοῦτο τὴν ὀρθότητα τοῦ κριτοῦ
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.