Unit 20 rem close
Rem CLOSEOUT: Unit 20 CLOSEOUT.
Greek
"μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι." ἐπεὶ τὸ σῶμα ἀνθρώπου δύνανται ἀποκτεῖναι, τὴν ψυχὴν δὲ οὐ´̣, σα̣φὲς ὅτι οὐχ ἡ αὐτὴ οὐσία ψυχῆς καὶ σώματός ἐστιν. ὅταν τοίνυν ἐμποδισθῇ ἡ ψυχὴ τῶν ἰδίων καὶ οἰκείων ὁρμῶν, τότε ὁ ἄνθρωπος ὡς πήλινον σῶμα φαίνεται, οὐ τῆς ψυχῆς εἰς σῶμα μεταβαλλούσης, ἀλλὰ τῷ τὰς πράξεις αὐτῆς οὐκέτι εἶναι οὐρανίους, ἀλλὰ σωματικάς, καθὰ καὶ "τοὺς κατὰ σάρκα περιπατοῦντας" καὶ "κατ' ἄνθρωπον" ἀνθρώπους καλεῖ ὁ Παῦλος τῷ ἀνθρωπίνας ἔχειν καὶ μὴ θείας ἐνεργείας λέγων. εἴρηται γοῦν π̣αρὰ τοῦ μακαρίου Παύλου πρὸς ὅλους τοὺς τοῖς σωματικοῖς ἑαυτοὺς ἐπιδεδωκότας καὶ διὰ τοῦτο ἀνθρωπί348 νους ὄντας· "ὅπου γὰρ ἔρις ἐν ὑμῖν, οὐ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;" ὅτε δὲ "ἐπὶ γῆς περιπατοῦντες ἐν οὐρανῷ τὸ πολίτευμα ἔχουσι" καὶ "φοροῦσι τὴν εἰκόνα τοῦ ἐπουρανίου", ····· ···· οὐκ εἰσὶν πήλινον σῶμα· κωφεύσατε, ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ. αὐτ̣ο̣ὺς̣ ε᾿̣πιστῆσαι τοῖς παρ' αὐτοῦ ἐπιφερομένοις προτρεπόμενος ταῦτά φησιν ἐπάγων τὴν αἰτίαν ἐν τῷ λέγειν· "καὶ ἀναπαύσωμαι θυμοῦ" παιδεύων ὁ´̣τ̣ι, ει᾿̣ διορθώσεως τύχοιεν ἐκ τοῦ συνκεχωρηκέναι αὐτῷ λέγε̣ιν, ἀναπαύσεται αὐτοῦ τοῦ θ̣υμ̣ο̣υ῀̣, ο̣ὗ εἶχεν δικαίως κατὰ τῆς ἀν̣ο̣ίας αὐτῶν ὀργιζόμενος οὐκ ε᾿̣μπαθῶς, ἀλλ' ὡς ἂν ἔκειτο ὁ νόμος κατὰ τῶν ἁμαρτανόντων ὀργίζεσθαι. σημαίνει δὲ τὸ τῆς κωφώσεως ὄνομα τὴν σιωπὴν ὡς ἐν τῷ "ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με". τὸ γὰρ μὴ λαλῆσαι κώφωσιν λέγει. καὶ πάλιν· "ἐν τῶι συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησαν ἐξ ἀγαθῶν." ὅταν γὰρ ὁ ἁμαρτωλός, ὅστις ἐστὶν ὁ διάβολος, πείσας ψυχὴν ἁμαρτάνειν 349 σ̣τῇ κατενώπιον 87 αὐτῆς ὀνειδίζων αὐτῇ, "ἐχθρὸς ὑπάρχων καὶ ἐκδικητής", τότε αἰσχυνομένη σιωπᾷ κώφωσιν ἀναδεχομένη. λέγει οὖν ὅτι «ἐπέχετε τὴν πολυλογίαν», ἵνα διὰ τοῦ αὐτὸν εἰπεῖν παίδευσις αὐτοῖς ἐνγένηται. ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν. τρόπον τινὰ ὑπαναπαύει αὐτούς. ἐπεὶ γὰρ αὐ τὸς ᾐτιάσατο αὐτοὺς πρότερον ὡς "παρακλήτορας κακῶν" ὄντας–οὐ γὰρ παρεκάλουν ὡς ἔδει, ἀλλὰ μᾶλλον τὴν λύπην ἤγειρον καὶ τὴν ὀδύνην τοῦ δῆθεν παρακαλουμένου–, λέγει ὅτι «"ἀναλαμβάνω τὰς σάρκας μου τοῖς ὀδοῦσιν", οὐκέτι καθ' ὑμῶν ὀργίζομαι, ἀλλὰ κατ' ἐμαυτοῦ». ἐξομαλισθείη οὕτως τὸ τῶν σαρκῶν ὄνομα. πολλάκις γάρ, ὅτε τις ἀπαγγεῖλαι βούλεται ἑαυτῷ συντριβὴν γεγενημένην, τῶν σαρκῶν μνημονεύει καθὸ εἴρηται· "ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου," ἀντὶ τοῦ «τοῦ κακῶσαί με»· οὐ γὰρ τὰς σάρκας αὐτοῦ τὰς ὑπὸ δέρμα ἦσαν φαγόντες, ἀλλὰ θλίψαντες αὐτόν. ὅμοιον τούτῳ καὶ τὸ "ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς" δηλοῦν τὴν σφο350 δρὰν ἐπίθεσιν τῶν βιαζομένων. λέγοι ἂν ὅτι «"ἐγὼ τὰς σάρκας μου τοῖς ὀδοῦσιν ἀναλαμβάνω." οὕτω τρέφομαι τὰς ὀδύνας μου. καὶ ὥσπερ τροφὴ ἀναλαμβανομένη εἰς τοὺς ὀδόντας λεπτύνεται καὶ τὸ ἐπωφελὲς αὐτῆς δείκνυσιν, οὕτω καὶ τὰς ὀδύνας μου τρεφόμενος καὶ τὰς ἐκ τούτων κακώσεις ἕψων αὔξησιν ὠφελείας δέχομαι.» εἰ δὲ τὴν καρτερίαν ἐμφαίνει διὰ τοῦ λέγειν "ἀναλαβὼν τὰς σάρκας τοῖς ὀδοῦσιν", ἀντὶ τοῦ «τῆς κακώσεως οὐδὲν φροντίσας», συνεπίσκεψαι. ψυχὴν δέ μου θήσω ἐν χειρί, ἐάν με χειρώσηται #6ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται. συν φώνως τῷ "ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν" ἐκλημπτέον καὶ τὸ "ψυχὴν δέ μου θήσω ἐν χειρί", ἵν' ᾖ λέγων ὅτι «καὶ τῆς ψυχῆς τῆς ἐμαυτοῦ καταφρονῶ ὑπὲρ τοῦ τινα ὠφέλειαν ὑμᾶς ὠφελῆσαι ὑποκείμενος τῷ χειρουμένῳ με καὶ ἤδη τούτου ὑπαρξαμένῳ» δηλῶν τὸν θεὸν τὸν τῷ ἐξαιτήσαντι αὐτὸν συνκεχωρηκότα. «ἕτοιμος οὖν εἰμι θανάτῳ ἐκδοθῆναι.» εἰ δὲ τὴν εἰς αὐτὸν μέλλουσαν μεταβολὴν ἔσεσθαι 351 τοῦτο λέγει, σκοπῆσαι ἄξιον ἐννοοῦντα, μὴ ἀντίκειται τὸ "ἐπεὶ καὶ ἦρκται", δυνάστην καλῶν τὸν θεὸν διὰ τὸ ῥύεσθαι ἐκ τῶν καταπονούντων· ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ, καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν. δι' ὅλων σπουδὴ αὐτῷ ἐστιν παιδεῦσαι τοὺς φίλους τὴν αἰτίαν τῶν ἐπιπόνων, ἵνα κερδήσῃ αὐτοὺς μὴ ἐναντία δοξάζειν. σωτηρίαν γὰρ ταύτην ἐλογίζετο τὸ τούτους γνῶναι τὸν καὶ περὶ τούτου τῆς προνοίας λόγον, ὅντινα φανερῶσαι βουλόμενος ἔλεγεν τὸ "καὶ ἐλέγξω"· πολλάκις γὰρ ὁ ἔλεγχος τὴν ἀπόδειξιν σημαίνει, καθὸ καὶ Παῦλός φησιν· "τὰ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται," καὶ πάλιν δὲ "πίστις ἐστὶν ἐλπιζομένων
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.