Unit 20 rem mid
Rem mid: Unit 20; lemma continues; reading with the letter.
Greek
ἀποδεχόμενος. οὕτω γοῦν λέγεται περὶ τοῦ ∆αυίδ· "π̣οιῶν κρίμα καὶ δικαιοσύνην"····· ····· ···· φιλο̣·· ὁ Ἰὼβ ὑπ·τ̣······ ···· "εἰ καὶ κρυφῇ πρόσωπα θαυμάζετε·" πᾶς γὰρ δωροδόκος οὐκ ἐκ τοῦ φανεροῦ ἀποδέχεται τὰ τῶν παρεχόντων πρόσωπα, ἀλλὰ κεκρυμμένως, πολλάκις καὶ σχηματιζομένως κατ' ἐκείνου, ω··ρο···αδ· συνελθεῖν βούλεται. καὶ ἐπάγει φόβον λέγων, ὅτι εἰ καὶ δόλῳ τις τολμᾷ κρύπτειν τὸ τῆς προσωπολημψίας, ἀλλά γε ὁ θεὸς ὀργιζόμενος διὰ τῆς ἐπιφορᾶς τῆς κατὰ τῶν ἁμαρτανόντων στροβώσει αὐτούς, ἀντὶ τοῦ «πεῖραν αὐτοῖς παρέξει τοῦ θυμοῦ». δῖναν δὲ λέγει τὴν μεθ' ὁρμῆς τοῦ θυμοῦ ἐπιφορὰν ἀπὸ μεταφορᾶς τῶν συστρεφομένων ὑδάτων κατὰ τοὺς εἰλίγγους, ἵν' ᾖ ὃ λέγει συντόμως τοιοῦτον· «ἦ φέρετε αὐτοῦ κίνησιν, ἐὰν ἀγανακτήσῃ;» τούτῳ ὅ344 μοιον, ὃ ἐν Ζαχαρίᾳ φέρεται λεγόμενον πρὸς̣ τοὺς ἁμαρτάνοντας· "πορεύσεται κύριος ἐν σάλῳ ἀπειλῆς αὐτοῦ." σάλον δὲ ἀπειλῆς τὴν ὀργὴν τὴν διὰ τὰ ἁμαρτήματα αὐτῶν σημαίνει, αὐτὸς γὰρ ····· · ἐστίν. τὸ δὲ "πορεύσεται" ἴσως ἂν ὅμοιον εἴη τοῦ ἐν τῇ Γενέσει λεγομένου περὶ τοῦ Ἀδάμ, ὅτι ἤκουσεν τοῦ θεοῦ περιπατοῦντος ἄρτι ἁμαρτάνων· δι' αὐτοῦ τούτου αἴσθησιν δέχεται τῆς τοῦ θεοῦ ἀναχωρήσεως διὰ τὸυ μηδὲν ἔχειν ἔτι ἐν ἑαυτῷ φωτεινόν. οἱ γὰρ μακρύνοντες ἑαυτοὺς ἀπὸ τοῦ θεοῦ ἀκου´̣ουσιν· "μακρὰν ἀπέχει ὁ κύριος ἀπὸ ἀσεβῶν", οὐ τόπῳ τούτου λ̣εγομένου, ἀλλὰ τῷ τὸν μὲν θεὸν ἀγαθόν, τὸν δὲ φαῦλον ἀφεστάναι τούτου. καὶ ταῦτα μὲν διὰ τὸ "πορεύσεται ἐν σάλῳ". ἐπανελθετέον ἐπὶ τὸ ἐξ ἀρχῆς, τοὺς "κρυφῇ πρόσωπα θαυμάζοντας", οὓς καὶ στροβώσει, ὡς ἀποδέδοται, ὁ κατὰ δίνησιν θυμὸς τοῦ θεοῦ· ἐπ' αὐτοὺς δὲ καὶ ἐπιπίπτει φόβος παρὰ θεοῦ, καὶ τοῦτο ἐπ' εὐεργεσίᾳ, ἵνα γνῶσιν, ὅτι ἀπειλὴ κατ' αὐτῶν ὡς ἁμαρτανόντων ἐπάγεται. τούτου δὲ τοῦ φόβου, τοῦ κατὰ τὴν ἀπειλὴν λέγω, ἕτερός ἐστιν καθ' ὃν εἴρηται· "φόβος κυρίου πάντας ὑπερέβαλεν", ὅστις καὶ κυρίως εὐλάβειά ἐστιν. οὐδὲν γὰρ ἕτερόν ἐστιν φόβος θεοῦ 345 ἢ ἐπιτεταμένος σεβασμός, δι' οὗ ἀνυστέρητοι γίνονται οἱ ἔχοντες αὐτόν· "οὐκ ἔστιν γὰρ ὑστέρημα τοῖς φοβουμένοις αὐτόν." ὁ δὲ παθητικὸς φόβος τοῖς ἁμαρτάνουσιν ἕπεται. ἕτερος γὰρ τοῦ τοιούτου κατὰ κόλασιν α῾̣μαρτωλοῖς ἐπιπέμπεσθαι λέγεται· σκόπει δέ, εἰ μηδὲν ἕτερον σημαίνει διὰ τοῦ ὀνόματος τοῦ φόβου ἢ τὴν τῆς ὀργῆς ἀποφ̣υγήν. 86 αὕτη οὐ πάθος θεοῦ ἐστιν· εἴρηται γάρ· "ἐξαπέστειλας τὴν ὀργήν"· πάθος οὐκ ἐξαποστέλλεται· ἀποβήσεται δὲ ὑμῖν τὸ γαυρίαμα ἴσα σποδῷ. τὴν μετὰ τὴν ὀργὴν τῶν ἁμαρτανόντων κατάστασιν ἐνφαίνει ὁ λόγος, εὐτελιζομένων αὐτῶν ἐν τῇ φανερώσει τῇ διὰ τῆς ὀργῆς γινομένῃ καταπινούσης τὸ οἴημα τῶν λαθραίως κρινόντων. ὅτι δὲ τὴν εὐτέλειαν ἡ σποδὸς δηλοῖ, ἔστιν ἐξ ἑνὸς τῶν δώδεκα προφητῶν μαθεῖν λέγοντος· "καὶ καταπατήσετε ἀνόμους καὶ ἔσονται ὡς σποδὸς ὑπὸ τοὺς πόδας ὑμῶν." ἡ γὰρ σποδὸς καυστόν τί ἐστιν ἀπολέσαν τὴν ἰδίαν δύναμιν. ἀμέλει γοῦν ἀπειλὴ ἐν τῷ ∆ευτερονομίῳ περὶ καύσεως φέρεται ὡς διὰ τοῦ τῶν καρπῶν ἐμποδιζομένων διὰ τὸ ἀπολωλεκέναι τὴν γῆν τὴν ἑαυτῆς δύναμιν. 346 ἔστι δὲ ἐπ' ὠφελείᾳ τινὸς τὰ ἁμαρτήματα τεφροῦσθαι· καθάπερ ἄκανθαι καὶ τρίβολοι καυθέντες οὐκ ἐλαχίστην ἐπιφέρουσιν βλάβην, οὕτω καὶ τὰ ἁμαρτήματα, εἰ καίεται κατὰ τὸ εἰρημένον "καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός", οὐκ̣έτι τὴν ψυχὴν λυμαίνετ̣αι̣, ἀλλ' εἰς μετάνοιαν ἐκκαλε̣ι῀̣τ̣α̣ι̣ κατὰ τὸ ἐν εὐαγγελίῳ εἰρημένον· "εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν." εἰ γάρ τις δέχεται ἐν τῇ διανοίᾳ τὸ σωτήριον π̣υ῀̣ρ, π̣ε̣ρὶ οὗ εἶπεν ὁ Σωτήρ· "πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη", τὰς μὲν προτέρας ἁμαρτίας τεφροῖ· καθήμενος δέ, ἀντὶ τοῦ «ἀργήσας ἀπὸ τοῦ ἁμαρτάνειν», εἰς μετάνοιαν τρέπεται αὐστηρόν τινα βίον ἑλόμενος καὶ ἐπίπονον. τὸ δὲ σῶμα πήλινον. ὁ ἄνθρωπος σύνκειται ἐκ ψυχῆς καὶ σώματος. καὶ ἔστιν ὅτε δουλαγωγεῖται τὸ σῶμα ὑπὸ τῆς ψυχῆς καὶ τρόπον τινὰ οὐκέτι πήλινόν ἐστιν ἀγόμενον †ὑποκειμένη μετὰ λογικὰ† ὑπηρετοῦν λοιπὸν ψυχῇς σὺν λόγῳ καὶ σὺν 347 νῷ ἐνεργούσῃ. ὅτ̣αν δὲ μηδὲν φροντίσῃ τις τῆς σ̣ωτηρίας αὐτοῦ τῆς ψυχῆς πρὸς κ̣ακίαν τραπεὶς καὶ τῇ σαρκὶ λοι̣πὸν δουλεύῃ ποιῶν τοιαῦτα, ἃ οὐδὲν διαφέρει ἀλόγου ζῴου, δείκνυσιν, ὅτι αὐτοῦ τὸ σῶμα πήλινόν ἐστιν ὡς οὐδὲν βοηθούμενον ἀπὸ τῶν ψυχικῶν κινημάτων. ἑτερούσιον γάρ ἐστιν τὸ σῶμα παρὰ τὴν ψυχήν, ὡς αὐτὸς ὁ Σωτὴρ ἐδίδαξεν λέγων·
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.